previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Μενέλαος

385 θεοί, τί λεύσσω; τίνα δέδορκα νερτέρων;

Ὀρέστης

εὖ γ᾽ εἶπας: οὐ γὰρ ζῶ κακοῖς, φάος δ᾽ ὁρῶ.

Μενέλαος

ὡς ἠγρίωσαι πλόκαμον αὐχμηρόν, τάλας.

Ὀρέστης

οὐχ πρόσοψίς μ᾽, ἀλλὰ τἄργ᾽ αἰκίζεται.

Μενέλαος

δεινὸν δὲ λεύσσεις ὀμμάτων ξηραῖς κόραις.

Ὀρέστης

390τὸ σῶμα φροῦδον: τὸ δ᾽ ὄνομ᾽ οὐ λέλοιπέ μοι.

Μενέλαος

παρὰ λόγον μοι σὴ φανεῖσ᾽ ἀμορφία.

Ὀρέστης

ὅδ᾽ εἰμὶ μητρὸς τῆς ταλαιπώρου φονεύς.

Μενέλαος

ἤκουσα, φείδου δ᾽: ὀλιγάκις λέγειν κακά.

Ὀρέστης

φειδόμεθ᾽: δαίμων δ᾽ ἐς ἐμὲ πλούσιος κακῶν.

Μενέλαος

395τί χρῆμα πάσχεις; τίς σ᾽ ἀπόλλυσιν νόσος;

Ὀρέστης

σύνεσις, ὅτι σύνοιδα δείν᾽ εἰργασμένος.

Μενέλαος

πῶς φῄς; σοφόν τοι τὸ σαφές, οὐ τὸ μὴ σαφές.

Ὀρέστης

λύπη μάλιστά γ᾽ διαφθείρουσά με

Μενέλαος

δεινὴ γὰρ θεός, ἀλλ᾽ ὅμως ἰάσιμος.

Ὀρέστης

400μανίαι τε, μητρὸς αἵματος τιμωρίαι.

Μενέλαος

ἤρξω δὲ λύσσης πότε; τίς ἡμέρα τότ᾽ ἦν;

Ὀρέστης

ἐν τάλαιναν μητέρ᾽ ἐξώγκουν τάφῳ.

Μενέλαος

πότερα κατ᾽ οἴκους προσεδρεύων πυρᾷ;

Ὀρέστης

νυκτὸς φυλάσσων ὀστέων ἀναίρεσιν.

Μενέλαος

405παρῆν τις ἄλλος, ὃς σὸν ὤρθευεν δέμας;

Ὀρέστης

Πυλάδης, συνδρῶν αἷμα καὶ μητρὸς φόνον.

Μενέλαος

ἐκ φασμάτων δὲ τάδε νοσεῖς: ποίων ὕπο;

Ὀρέστης

ἔδοξ᾽ ἰδεῖν τρεῖς νυκτὶ προσφερεῖς κόρας.

Μενέλαος

οἶδ᾽ ἃς ἔλεξας, ὀνομάσαι δ᾽ οὐ βούλομαι.

Ὀρέστης

410σεμναὶ γάρ: εὐπαίδευτα δ᾽ ἀπετρέπου λέγειν.

Μενέλαος

αὗταί σε βακχεύουσι συγγενῆ φόνον;

Ὀρέστης

οἴμοι διωγμῶν, οἷς ἐλαύνομαι τάλας.

Μενέλαος

οὐ δεινὰ πάσχειν δεινὰ τοὺς εἰργασμένους.

Ὀρέστης

ἀλλ᾽ ἔστιν ἡμῖν ἀναφορὰ τῆς συμφορᾶς.

Μενέλαος

415μὴ θάνατον εἴπῃς: τοῦτο μὲν γὰρ οὐ σοφόν.

Ὀρέστης

Φοῖβος, κελεύσας μητρὸς ἐκπρᾶξαι φόνον.

Μενέλαος

ἀμαθέστερός γ᾽ ὢν τοῦ καλοῦ καὶ τῆς δίκης.

Ὀρέστης

δουλεύομεν θεοῖς, τι ποτ᾽ εἰσὶν οἱ θεοί.

Μενέλαος

κᾆτ᾽ οὐκ ἀμύνει Λοξίας τοῖς σοῖς κακοῖς;

Ὀρέστης

420μέλλει: τὸ θεῖον δ᾽ ἐστὶ τοιοῦτον φύσει.

Μενέλαος

πόσον χρόνον δὲ μητρὸς οἴχονται πνοαί;

Ὀρέστης

ἕκτον τόδ᾽ ἦμαρ: ἔτι πυρὰ θερμὴ τάφου.

Μενέλαος

ὡς ταχὺ μετῆλθόν σ᾽ αἷμα μητέρος θεαί.

Ὀρέστης

οὐ σοφός, ἀληθὴς δ᾽ ἐς φίλους ἔφυν φίλος.

Μενέλαος

425πατρὸς δὲ δή τι σ᾽ ὠφελεῖ τιμωρία;

Ὀρέστης

οὔπω: τὸ μέλλον δ᾽ ἴσον ἀπραξίᾳ λέγω.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (E. P. Coleridge, 1938)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: