previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Μενέλαος

δῶμα, τῇ μέν σ᾽ ἡδέως προσδέρκομαι
Τροίαθεν ἐλθών, τῇ δ᾽ ἰδὼν καταστένω:
κύκλῳ γὰρ εἱλιχθεῖσαν ἀθλίως κακοῖς
οὐπώποτ᾽ ἄλλην μᾶλλον εἶδον ἑστίαν.
360Ἀγαμέμνονος μὲν γὰρ τύχας ἠπιστάμην
καὶ θάνατον, οἵῳ πρὸς δάμαρτος ὤλετο,
Μαλέᾳ προσίσχων πρῷραν: ἐκ δὲ κυμάτων
ναυτίλοισι μάντις ἐξήγγειλέ μοι
Νηρέως προφήτης Γλαῦκος, ἀψευδὴς θεός,
365ὅς μοι τόδ᾽ εἶπεν ἐμφανῶς κατασταθείς:
Μενέλαε, κεῖται σὸς κασίγνητος θανών,
λουτροῖσιν ἀλόχου περιπεσὼν πανυστάτοις.
δακρύων δ᾽ ἔπλησεν ἐμέ τε καὶ ναύτας ἐμοὺς
πολλῶν. ἐπεὶ δὲ Ναυπλίας ψαύω χθονός,
370ἤδη δάμαρτος ἐνθάδ᾽ ἐξορμωμένης,
δοκῶν Ὀρέστην παῖδα τὸν Ἀγαμέμνονος
φίλαισι χερσὶ περιβαλεῖν καὶ μητέρα,
ὡς εὐτυχοῦντας, ἔκλυον ἁλιτύπων τινὸς
τῆς Τυνδαρείας παιδὸς ἀνόσιον φόνον.
375

καὶ νῦν ὅπου 'στὶν εἴπατ᾽, νεάνιδες,
Ἀγαμέμνονος παῖς, ὃς τὰ δείν᾽ ἔτλη κακά.
βρέφος γὰρ ἦν τότ᾽ ἐν Κλυταιμήστρας χεροῖν,
ὅτ᾽ ἐξέλειπον μέλαθρον ἐς Τροίαν ἰών,
ὥστ᾽ οὐκ ἂν αὐτὸν γνωρίσαιμ᾽ ἂν εἰσιδών.

Ὀρέστης

380ὅδ᾽ εἴμ᾽ Ὀρέστης, Μενέλεως, ὃν ἱστορεῖς.
ἑκὼν ἐγώ σοι τἀμὰ μηνύσω κακά.
τῶν σῶν δὲ γονάτων πρωτόλεια θιγγάνω
ἱκέτης, ἀφύλλου στόματος ἐξάπτων λιτάς:
σῷσόν μ᾽: ἀφῖξαι δ᾽ αὐτὸς ἐς καιρὸν κακῶν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (E. P. Coleridge, 1938)
hide References (3 total)
  • Cross-references to this page (2):
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: