previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἀπόλλων

1625Μενέλαε, παῦσαι λῆμ᾽ ἔχων τεθηγμένον:
Φοῖβός σ᾽ Λητοῦς παῖς ὅδ᾽ ἐγγὺς ὢν καλῶ:
σύ θ᾽ ὃς ξιφήρης τῇδ᾽ ἐφεδρεύεις κόρῃ,
Ὀρέσθ᾽, ἵν᾽ εἰδῇς οὓς φέρων ἥκω λόγους.
Ἑλένην μὲν ἣν σὺ διολέσαι πρόθυμος ὢν
1630ἥμαρτες, ὀργὴν Μενέλεῳ ποιούμενος,
ἥδ᾽ ἐστίν, ἣν ὁρᾶτ᾽ ἐν αἰθέρος πτυχαῖς,
σεσῳσμένη τε κοὐ θανοῦσα πρὸς σέθεν.
ἐγώ νιν ἐξέσῳσα κἀπὸ φασγάνου
τοῦ σοῦ κελευσθεὶς ἥρπασ᾽ ἐκ Διὸς πατρός.
1635Ζηνὸς γὰρ οὖσαν ζῆν νιν ἄφθιτον χρεών,
Κάστορί τε Πολυδεύκει τ᾽ ἐν αἰθέρος πτυχαῖς
σύνθακος ἔσται, ναυτίλοις σωτήριος.
ἄλλην δὲ νύμφην ἐς δόμους κτῆσαι λαβών,
ἐπεὶ θεοὶ τῷ τῆσδε καλλιστεύματι
1640Ἕλληνας εἰς ἓν καὶ Φρύγας συνήγαγον,
θανάτους τ᾽ ἔθηκαν, ὡς ἀπαντλοῖεν χθονὸς
ὕβρισμα θνητῶν ἀφθόνου πληρώματος.

τὰ μὲν καθ᾽ Ἑλένην ὧδ᾽ ἔχει: σὲ δ᾽ αὖ χρεών,
Ὀρέστα, γαίας τῆσδ᾽ ὑπερβαλόνθ᾽ ὅρους
1645Παρράσιον οἰκεῖν δάπεδον ἐνιαυτοῦ κύκλον.
κεκλήσεται δὲ σῆς φυγῆς ἐπώνυμον
Ἀζᾶσιν Ἀρκάσιν τ᾽ Ὀρέστειον καλεῖν.
ἐνθένδε δ᾽ ἐλθὼν τὴν Ἀθηναίων πόλιν
δίκην ὑπόσχες αἵματος μητροκτόνου
1650Εὐμενίσι τρισσαῖς: θεοὶ δέ σοι δίκης βραβῆς
πάγοισιν ἐν Ἀρείοισιν εὐσεβεστάτην
ψῆφον διοίσουσ᾽, ἔνθα νικῆσαί σε χρή.
ἐφ᾽ ἧς δ᾽ ἔχεις, Ὀρέστα, φάσγανον δέρῃ,
γῆμαι πέπρωταί σ᾽ Ἑρμιόνην: ὃς δ᾽ οἴεται
1655Νεοπτόλεμος γαμεῖν νιν, οὐ γαμεῖ ποτε.
θανεῖν γὰρ αὐτῷ μοῖρα Δελφικῷ ξίφει,
δίκας Ἀχιλλέως πατρὸς ἐξαιτοῦντά με.
Πυλάδῃ δ᾽ ἀδελφῆς λέκτρον, ὥς ποτ᾽ ᾔνεσας,
δός: δ᾽ ἐπιών νιν βίοτος εὐδαίμων μένει.
1660

Ἄργους δ᾽ Ὀρέστην, Μενέλεως, ἔα κρατεῖν,
ἐλθὼν δ᾽ ἄνασσε Σπαρτιάτιδος χθονός,
φερνὰς ἔχων δάμαρτος, σε μυρίοις
πόνοις διδοῦσα δεῦρ᾽ ἀεὶ διήνυσεν.
τὰ πρὸς πόλιν δὲ τῷδ᾽ ἐγὼ θήσω καλῶς,
1665ὅς νιν φονεῦσαι μητέρ᾽ ἐξηνάγκασα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (E. P. Coleridge, 1938)
hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: