previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Πυλάδης

1105Ἑλένην κτάνωμεν, Μενέλεῳ λύπην πικράν.

Ὀρέστης

πῶς; τὸ γὰρ ἕτοιμον ἔστιν, εἴ γ᾽ ἔσται καλῶς.

Πυλάδης

σφάξαντες. ἐν δόμοις δὲ κρύπτεται σέθεν.

Ὀρέστης

μάλιστα: καὶ δὴ πάντ᾽ ἀποσφραγίζεται.

Πυλάδης

ἀλλ᾽ οὐκέθ᾽, Ἅιδην νυμφίον κεκτημένη.

Ὀρέστης

1110καὶ πῶς; ἔχει γὰρ βαρβάρους ὀπάονας.

Πυλάδης

τίνας; Φρυγῶν γὰρ οὐδέν᾽ ἂν τρέσαιμ᾽ ἐγώ.

Ὀρέστης

οἵους ἐνόπτρων καὶ μύρων ἐπιστάτας.

Πυλάδης

τρυφὰς γὰρ ἥκει δεῦρ᾽ ἔχουσα Τρωικάς;

Ὀρέστης

ὥσθ᾽ Ἑλλὰς αὐτῇ σμικρὸν οἰκητήριον.

Πυλάδης

1115οὐδὲν τὸ δοῦλον πρὸς τὸ μὴ δοῦλον γένος.

Ὀρέστης

καὶ μὴν τόδ᾽ ἔρξας δὶς θανεῖν οὐχ ἅζομαι.

Πυλάδης

ἀλλ᾽ οὐδ᾽ ἐγὼ μήν, σοί γε τιμωρούμενος.

Ὀρέστης

τὸ πρᾶγμα δήλου καὶ πέραιν᾽, ὅπως λέγεις.

Πυλάδης

ἔσιμεν ἐς οἴκους δῆθεν ὡς θανούμενοι.

Ὀρέστης

1120ἔχω τοσοῦτον, τἀπίλοιπα δ᾽ οὐκ ἔχω.

Πυλάδης

γόους πρὸς αὐτὴν θησόμεσθ᾽ πάσχομεν.

Ὀρέστης

ὥστ᾽ ἐκδακρῦσαί γ᾽ ἔνδοθεν κεχαρμένην.

Πυλάδης

καὶ νῷν παρέσται ταῦθ᾽ ἅπερ κείνῃ τότε.

Ὀρέστης

ἔπειτ᾽ ἀγῶνα πῶς ἀγωνιούμεθα;

Πυλάδης

1125κρύπτ᾽ ἐν πέπλοισι τοισίδ᾽ ἕξομεν ξίφη.

Ὀρέστης

πρόσθεν δ᾽ ὀπαδῶν τίς ὄλεθρος γενήσεται;

Πυλάδης

ἐκκλῄσομεν σφᾶς ἄλλον ἄλλοσε στέγης.

Ὀρέστης

καὶ τόν γε μὴ σιγῶντ᾽ ἀποκτείνειν χρεών.

Πυλάδης

εἶτ᾽ αὐτὸ δηλοῖ τοὔργον οἷ τείνειν χρεών.

Ὀρέστης

1130Ἑλένην φονεύειν: μανθάνω τὸ σύμβολον.

Πυλάδης

ἔγνως: ἄκουσον δ᾽ ὡς καλῶς βουλεύομαι.
εἰ μὲν γὰρ ἐς γυναῖκα σωφρονεστέραν
ξίφος μεθεῖμεν, δυσκλεὴς ἂν ἦν φόνος:
νῦν δ᾽ ὑπὲρ ἁπάσης Ἑλλάδος δώσει δίκην,
1135ὧν πατέρας ἔκτειν᾽, ὧν δ᾽ ἀπώλεσεν τέκνα,
νύμφας τ᾽ ἔθηκεν ὀρφανὰς ξυναόρων.
ὀλολυγμὸς ἔσται, πῦρ τ᾽ ἀνάψουσιν θεοῖς,
σοὶ πολλὰ κἀμοὶ κέδν᾽ ἀρώμενοι τυχεῖν,
κακῆς γυναικὸς οὕνεχ᾽ αἷμ᾽ ἐπράξαμεν.
1140 μητροφόντης δ᾽ οὐ καλῇ ταύτην κτανών,
ἀλλ᾽ ἀπολιπὼν τοῦτ᾽ ἐπὶ τὸ βέλτιον πεσῇ,
Ἑλένης λεγόμενος τῆς πολυκτόνου φονεύς.
οὐ δεῖ ποτ᾽, οὐ δεῖ, Μενέλεων μὲν εὐτυχεῖν,
τὸν σὸν δὲ πατέρα καὶ σὲ κἀδελφὴν θανεῖν,
1145μητέρα τεἐῶ τοῦτ᾽: οὐ γὰρ εὐπρεπὲς λέγειν
δόμους δ᾽ ἔχειν σοὺς δι᾽ Ἀγαμέμνονος δόρυ
λαβόντα νύμφην: μὴ γὰρ οὖν ζῴην ἔτι,
ἢν μὴ 'π᾽ ἐκείνῃ φάσγανον σπασώμεθα.
ἢν δ᾽ οὖν τὸν Ἑλένης μὴ κατάσχωμεν φόνον,
1150πρήσαντες οἴκους τούσδε κατθανούμεθα.
ἑνὸς γὰρ οὐ σφαλέντες ἕξομεν κλέος,
καλῶς θανόντες καλῶς σεσῳσμένοι.

Χορός

πάσαις γυναιξὶν ἀξία στυγεῖν ἔφυ
Τυνδαρὶς παῖς, κατῄσχυνεν γένος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (E. P. Coleridge, 1938)
hide References (4 total)
  • Commentary references to this page (3):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Antigone, 857
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Electra, 128
    • W. Walter Merry, James Riddell, D. B. Monro, Commentary on the Odyssey (1886), 6.184
  • Cross-references to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: