previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἠλέκτρα

οἲ ἐγώ: πρὸ τύμβου γάρ σ᾽ ὁρῶσ᾽ ἀναστένω,
ἀδελφέ, καὶ πάροιθε νερτέρου πυρᾶς.
1020οἲ ἐγὼ μάλ᾽ αὖθις: ὥς σ᾽ ἰδοῦσ᾽ ἐν ὄμμασιν
πανυστάτην πρόσοψιν ἐξέστην φρενῶν.

Ὀρέστης

οὐ σῖγ᾽ ἀφεῖσα τοὺς γυναικείους γόους
στέρξεις τὰ κρανθέντ᾽; οἰκτρὰ μὲν τάδ᾽, ἀλλ᾽ ὅμως
φέρειν σ᾽ ἀνάγκη τὰς παρεστώσας τύχας.

Ἠλέκτρα

1025καὶ πῶς σιωπῶ; φέγγος εἰσορᾶν θεοῦ
τόδ᾽ οὐκέθ᾽ ἡμῖν τοῖς ταλαιπώροις μέτα.

Ὀρέστης

σὺ μή μ᾽ ἀπόκτειν᾽: ἅλις ὑπ᾽ Ἀργείας χερὸς
τέθνηχ᾽ τλήμων: τὰ δὲ παρόντ᾽ ἔα κακά.

Ἠλέκτρα

μέλεος ἥβης σῆς, Ὀρέστα, καὶ πότμου
1030θανάτου τ᾽ ἀώρου. ζῆν ἐχρῆν σ᾽, ὅτ᾽ οὐκέτ᾽ εἶ.

Ὀρέστης

μὴ πρὸς θεῶν μοι περιβάλῃς ἀνανδρίαν,
ἐς δάκρυα πορθμεύουσ᾽ ὑπομνήσει κακῶν.

Ἠλέκτρα

θανούμεθ᾽: οὐχ οἷόν τε μὴ στένειν κακά.
πᾶσιν γὰρ οἰκτρὸν φίλη ψυχὴ βροτοῖς.

Ὀρέστης

1035τόδ᾽ ἦμαρ ἡμῖν κύριον: δεῖ δ᾽ βρόχους
ἅπτειν κρεμαστοὺς ξίφος θήγειν χερί.

Ἠλέκτρα

σύ νύν μ᾽, ἀδελφέ, μή τις Ἀργείων κτάνῃ
ὕβρισμα θέμενος τὸν Ἀγαμέμνονος γόνον.

Ὀρέστης

ἅλις τὸ μητρὸς αἷμ᾽ ἔχω: σὲ δ᾽ οὐ κτενῶ,
1040ἀλλ᾽ αὐτόχειρι θνῇσχ᾽ ὅτῳ βούλῃ τρόπῳ.

Ἠλέκτρα

ἔσται τάδ᾽: οὐδὲν σοῦ ξίφους λελείψομαι.
ἀλλ᾽ ἀμφιθεῖναι σῇ δέρῃ θέλω χέρας.

Ὀρέστης

τέρπου κενὴν ὄνησιν, εἰ τερπνὸν τόδε
θανάτου πέλας βεβῶσι, περιβαλεῖν χέρας.

Ἠλέκτρα

1045 φίλτατ᾽, ποθεινὸν ἥδιστόν τ᾽ ἔχων
τῆς σῆς ἀδελφῆς ὄνομα καὶ ψυχὴν μίαν.

Ὀρέστης

ἔκ τοί με τήξεις: καί σ᾽ ἀμείψασθαι θέλω
φιλότητι χειρῶν. τί γὰρ ἔτ᾽ αἰδοῦμαι τάλας;
στέρν᾽ ἀδελφῆς, φίλον πρόσπτυγμ᾽ ἐμόν,
1050τάδ᾽ ἀντὶ παίδων καὶ γαμηλίου λέχους
προσφθέγματ᾽ ἀμφοῖν τοῖς ταλαιπώροις πάρα.

Ἠλέκτρα

φεῦ:
πῶς ἂν ξίφος νὼ ταὐτόν, εἰ θέμις, κτάνοι
καὶ μνῆμα δέξαιθ᾽ ἕν, κέδρου τεχνάσματα;

Ὀρέστης

ἥδιστ᾽ ἂν εἴη ταῦθ᾽: ὁρᾷς δὲ δὴ φίλων
1055ὡς ἐσπανίσμεθ᾽, ὥστε κοινωνεῖν τάφου.

Ἠλέκτρα

οὐδ᾽ εἶφ᾽ ὑπὲρ σοῦ, μὴ θανεῖν σπουδὴν ἔχων,
Μενέλαος κακός, προδότης τοὐμοῦ πατρός;

Ὀρέστης

οὐδ᾽ ὄμμ᾽ ἔδειξεν, ἀλλ᾽ ἐπὶ σκήπτροις ἔχων
τὴν ἐλπίδ᾽, εὐλαβεῖτο μὴ σῴζειν φίλους.
1060ἀλλ᾽ εἶ᾽ ὅπως γενναῖα καὶ Ἀγαμέμνονος
δράσαντε κατθανούμεθ᾽ ἀξιώτατα.
κἀγὼ μὲν εὐγένειαν ἀποδείξω πόλει,
παίσας πρὸς ἧπαρ φασγάνῳ: σὲ δ᾽ αὖ χρεὼν
ὅμοια πράσσειν τοῖς ἐμοῖς τολμήμασιν.
1065

Πυλάδη, σὺ δ᾽ ἡμῖν τοῦ φόνου γενοῦ βραβεύς,
καὶ κατθανόντοιν εὖ περίστειλον δέμας
θάψον τε κοινῇ πρὸς πατρὸς τύμβον φέρων.
καὶ χαῖρ᾽: ἐπ᾽ ἔργον δ᾽, ὡς ὁρᾷς, πορεύομαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (E. P. Coleridge, 1938)
hide References (1 total)
  • Cross-references in notes to this page (1):
    • Raphael Kühner, Bernhard Gerth, Ausführliche Grammatik der griechischen Sprache, KG 1.3.2
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: