previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Κρέων

ἕπτ᾽ ἄνδρας αὐτοῖς φασιν, ὡς ἤκουσ᾽ ἐγώ

Ἐτεοκλῆς

τί προστετάχθαι δρᾶν; τὸ γὰρ σθένος βραχύ.

Κρέων

λόχων ἀνάσσεινἑπτὰ προσκεῖσθαι πύλαις.

Ἐτεοκλῆς

740τί δῆτα δρῶμεν; ἀπορίαν γὰρ οὐ μενῶ.

Κρέων

ἕπτ᾽ ἄνδρας αὐτοῖς καὶ σὺ πρὸς πύλαις ἑλοῦ.

Ἐτεοκλῆς

λόχων ἀνάσσειν μονοστόλου δορός;

Κρέων

λόχων, προκρίνας οἵπερ ἀλκιμώτατοι.

Ἐτεοκλῆς

ξυνῆκ᾽: ἀμύνειν τειχέων προσαμβάσεις.

Κρέων

745καὶ ξυστρατήγους γ᾽: εἷς δ᾽ ἀνὴρ οὐ πάνθ᾽ ὁρᾷ.

Ἐτεοκλῆς

θάρσει προκρίνας φρενῶν εὐβουλίᾳ;

Κρέων

ἀμφότερον: ἀπολειφθὲν γὰρ οὐδὲν θάτερον.

Ἐτεοκλῆς

ἔσται τάδ᾽: ἐλθὼν ἑπτάπυργον ἐς πόλιν
τάξω λοχαγοὺς πρὸς πύλαισιν, ὡς λέγεις,
750ἴσους ἴσοισι πολεμίοισιν ἀντιθείς.
ὄνομα δ᾽ ἑκάστου διατριβὴ πολλὴ λέγειν,
ἐχθρῶν ὑπ᾽ αὐτοῖς τείχεσιν καθημένων.
ἀλλ᾽ εἶμ᾽, ὅπως ἂν μὴ καταργῶμεν χέρα.
καί μοι γένοιτ᾽ ἀδελφὸν ἀντήρη λαβεῖν
755καὶ ξυσταθέντα διὰ μάχης ἑλεῖν δορί.
κτανεῖν θ᾽, ὃς ἦλθε πατρίδα πορθήσων ἐμήν.
γάμους δ᾽ ἀδελφῆς Ἀντιγόνης παιδός τε σοῦ
Αἵμονος, ἐάν τι τῆς τύχης ἐγὼ σφαλῶ,
σοὶ χρὴ μέλεσθαι: τὴν δόσιν δ᾽ ἐχέγγυον
760τὴν πρόσθε ποιῶ νῦν ἐπ᾽ ἐξόδοις ἐμαῖς.
μητρὸς δ᾽ ἀδελφὸς εἶ: τί δεῖ μακρηγορεῖν;
τρέφ᾽ ἀξίως νιν σοῦ τε τήν τ᾽ ἐμὴν χάριν.
πατὴρ δ᾽ ἐς αὑτὸν ἀμαθίαν ὀφλισκάνει,
ὄψιν τυφλώσας: οὐκ ἄγαν σφ᾽ ἐπῄνεσα:
765ἡμᾶς δ᾽ ἀραῖσιν, ἢν τύχῃ, κατακτενεῖ.

ἓν δ᾽ ἐστὶν ἡμῖν ἀργόν, εἴ τι θέσφατον
οἰωνόμαντις Τειρεσίας ἔχει φράσαι,
τοῦδ᾽ ἐκπυθέσθαι ταῦτ᾽: ἐγὼ δὲ παῖδα σὸν
Μενοικέα, σοῦ πατρὸς αὐτεπώνυμον,
770λαβόντα πέμψω δεῦρο Τειρεσίαν, Κρέον:
σοὶ μὲν γὰρ ἡδὺς ἐς λόγους ἀφίξεται,
ἐγὼ δὲ τέχνην μαντικὴν ἐμεμψάμην
ἤδη πρὸς αὐτόν, ὥστε μοι μομφὰς ἔχειν.
πόλει δὲ καὶ σοὶ ταῦτ᾽ ἐπισκήπτω, Κρέον:
775ἤνπερ κρατήσῃ τἀμά, Πολυνείκους νέκυν
μήποτε ταφῆναι τῇδε Θηβαίᾳ χθονί,
θνῄσκειν δὲ τὸν θάψαντα, κἂν φίλων τις .
σοὶ μὲν τάδ᾽ εἶπον: προσπόλοις δ᾽ ἐμοῖς λέγω:
ἐκφέρετε τεύχη πάνοπλά τ᾽ ἀμφιβλήματα,
780ὡς εἰς ἀγῶνα τὸν προκείμενον δορὸς
ὁρμώμεθ᾽ ἤδη ξὺν δίκῃ νικηφόρῳ.
τῇ δ᾽ Εὐλαβείᾳ, χρησιμωτάτῃ θεῶν,
προσευχόμεσθα τήνδε διασῷσαι πόλιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (E. P. Coleridge, 1938)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: