Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ὁ δ᾽ ἐν δόμοισι πρέσβυς ὀμματοστερὴς
ἀπήνας ὁμοπτέρου τᾶς ἀπο-
ζυγείσας δόμων
330πόθον ἀμφιδάκρυτον ἀεὶ κατ-
έχων ἀνῇξε μὲν ξίφους
ἐπ᾽ αὐτόχειρά τε σφαγάν,
ὑπὲρ τέραμνά τ᾽ ἀγχόνας,
στενάζων ἀρὰς τέκνοις:
335σὺν ἀλαλαῖσι δ᾽ αἰὲν αἰαγμάτων
σκότια κρύπτεται.
σὲ δ᾽, ὦ τέκνον, καὶ γάμοισι δὴ
κλύω ζυγέντα παιδοποιὸν ἁδονὰν
ξένοισιν ἐν δόμοις ἔχειν
340ξένον τε κῆδος ἀμφέπειν,
ἄλαστα ματρὶ τᾷδε Λα-
ίῳ τε τῷ παλαιγενεῖ,
γάμων ἐπακτὸν ἄταν.
ἐγὼ δ᾽ οὔτε σοι πυρὸς ἀνῆψα φῶς
345νόμιμον ἐν γάμοις
ὡς πρέπει ματέρι μακαρίᾳ:
ἀνυμέναια δ᾽ Ἰσμηνὸς ἐκηδεύθη
λουτροφόρου χλιδᾶς, ἀνὰ δὲ Θηβαίαν
πόλιν ἐσιγάθη σᾶς ἔσοδοι νύμφας.
350ὄλοιτο, τάδ᾽ εἴτε σίδαρος
εἴτ᾽ ἔρις εἴτε πατὴρ ὁ σὸς αἴτιος,
εἴτε τὸ δαιμόνιον κατεκώμασε
δώμασιν Οἰδιπόδα:
πρὸς ἐμὲ γὰρ κακῶν ἔμολε τῶνδ᾽ ἄχη.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.