previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Πολυνείκης

τὰ μὲν πυλωρῶν κλῇθρά μ᾽ εἰσεδέξατο
δι᾽ εὐπετείας τειχέων ἔσω μολεῖν.
καὶ δέδοικα μή με δικτύων ἔσω
λαβόντες οὐκ ἐκφρῶσ᾽ ἀναίμακτον χρόα.
265ὧν οὕνεκ᾽ ὄμμα πανταχῇ διοιστέον
κἀκεῖσε καὶ τὸ δεῦρο, μὴ δόλος τις .
ὡπλισμένος δὲ χεῖρα τῷδε φασγάνῳ
τὰ πίστ᾽ ἐμαυτῷ τοῦ θράσους παρέξομαι.
ὠή, τίς οὗτος; κτύπον φοβούμεθα;
270ἅπαντα γὰρ τολμῶσι δεινὰ φαίνεται,
ὅταν δι᾽ ἐχθρᾶς ποὺς ἀμείβηται χθονός.
πέποιθα μέντοι μητρί, κοὐ πέποιθ᾽ ἅμα,
ἥτις μ᾽ ἔπεισε δεῦρ᾽ ὑπόσπονδον μολεῖν.
ἀλλ᾽ ἐγγὺς ἀλκή: βώμιοι γὰρ ἐσχάραι
275πέλας πάρεισι, κοὐκ ἔρημα δώματα.
φέρ᾽ ἐς σκοτεινὰς περιβολὰς μεθῶ ξίφος
καὶ τάσδ᾽ ἔρωμαι, τίνες ἐφεστᾶσιν δόμοις.
ξέναι γυναῖκες, εἴπατ᾽, ἐκ ποίας πάτρας
Ἑλληνικοῖσι δώμασιν πελάζετε;

Χορός

280Φοίνισσα μὲν γῆ πατρὶς θρέψασά με,
Ἀγήνορος δὲ παῖδες ἐκ παίδων δορὸς
Φοίβῳ μ᾽ ἔπεμψαν ἐνθάδ᾽ ἀκροθίνιον.
μέλλων δὲ πέμπειν μ᾽ Οἰδίπου κλεινὸς γόνος
μαντεῖα σεμνὰ Λοξίου τ᾽ ἐπ᾽ ἐσχάρας
285ἐν τῷδ᾽ ἐπεστράτευσαν Ἀργεῖοι πόλιν.
σὺ δ᾽ ἀντάμειψαί μ᾽, ὅστις ὢν ἐλήλυθας
ἑπτάστομον πύργωμα Θηβαίας χθονός.

Πολυνείκης

πατὴρ μὲν ἡμῖν Οἰδίπους Λαΐου,
ἔτικτε δ᾽ Ἰοκάστη με, παῖς Μενοικέως:
290καλεῖ δὲ Πολυνείκη με Θηβαῖος λεώς.

Χορός

συγγένεια τῶν Ἀγήνορος τέκνων,
ἐμῶν τυράννων, ὧν ἀπεστάλην ὕπο

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (E. P. Coleridge, 1938)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: