previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Χορός

πολλῶν κακῶν κατῆρξεν Οἰδίπου δόμοις
τόδ᾽ ἦμαρ: εἴη δ᾽ εὐτυχέστερος βίος.

Κρέων

οἴκτων μὲν ἤδη λήγεθ᾽, ὡς ὥρα τάφου
1585μνήμην τίθεσθαι: τόνδε δ᾽, Οἰδίπου, λόγον
ἄκουσον: ἀρχὰς τῆσδε γῆς ἔδωκέ μοι
Ἐτεοκλέης παῖς σός, γάμων φερνὰς διδοὺς
Αἵμονι κόρης τε λέκτρον Ἀντιγόνης σέθεν.
οὐκ οὖν σ᾽ ἐάσω τήνδε γῆν οἰκεῖν ἔτι:
1590σαφῶς γὰρ εἶπε Τειρεσίας οὐ μή ποτε
σοῦ τήνδε γῆν οἰκοῦντος εὖ πράξειν πόλιν.
ἀλλ᾽ ἐκκομίζου. καὶ τάδ᾽ οὐχ ὕβρει λέγω
οὐδ᾽ ἐχθρὸς ὢν σός, διὰ δὲ τοὺς ἀλάστορας
τοὺς σοὺς δεδοικὼς μή τι γῆ πάθῃ κακόν.

Οἰδίπους

1595 μοῖρ᾽, ἀπ᾽ ἀρχῆς ὥς μ᾽ ἔφυσας ἄθλιον
καὶ τλήμον᾽, εἴ τις ἄλλος ἀνθρώπων ἔφυ:
ὃν καὶ πρὶν ἐς φῶς μητρὸς ἐκ γονῆς μολεῖν,
ἄγονον Ἀπόλλων Λαΐῳ μ᾽ ἐθέσπισεν
φονέα γενέσθαι πατρός: τάλας ἐγώ.
1600ἐπεὶ δ᾽ ἐγενόμην, αὖθις σπείρας πατὴρ
κτείνει με νομίσας πολέμιον πεφυκέναι:
χρῆν γὰρ θανεῖν νιν ἐξ ἐμοῦ: πέμπει δέ με
μαστὸν ποθοῦντα θηρσὶν ἄθλιον βοράν:
οὗ σῳζόμεσθαΤαρτάρου γὰρ ὤφελεν
1605ἐλθεῖν Κιθαιρὼν εἰς ἄβυσσα χάσματα,
ὅς μ᾽ οὐ διώλεσ᾽, ἀλλὰ ...
... δουλεῦσαί τέ μοι
δαίμων ἔδωκε Πόλυβον ἀμφὶ δεσπότην.
κτανὼν δ᾽ ἐμαυτοῦ πατέρ᾽ δυσδαίμων ἐγὼ
ἐς μητρὸς ἦλθον τῆς ταλαιπώρου λέχος,
1610παῖδάς τ᾽ ἀδελφοὺς ἔτεκον, οὓς ἀπώλεσα,
ἀρὰς παραλαβὼν Λαΐου καὶ παισὶ δούς.
οὐ γὰρ τοσοῦτον ἀσύνετος πέφυκ᾽ ἐγὼ
ὥστ᾽ εἰς ἔμ᾽ ὄμματ᾽ ἔς τ᾽ ἐμῶν παίδων βίον
ἄνευ θεῶν του ταῦτ᾽ ἐμηχανησάμην.
1615

εἶἑν: τί δράσω δῆθ᾽ δυσδαίμων ἐγώ;
τίς ἡγεμών μοι ποδὸς ὁμαρτήσει τυφλοῦ;
ἥδ᾽ θανοῦσα; ζῶσά γ᾽ ἂν σάφ᾽ οἶδ᾽ ὅτι.
ἀλλ᾽ εὔτεκνος ξυνωρίς; ἀλλ᾽ οὐκ ἔστι μοι.
ἀλλ᾽ ἔτι νεάζων αὐτὸς εὕροιμ᾽ ἂν βίον;
1620πόθεν; τί μ᾽ ἄρδην ὧδ᾽ ἀποκτείνεις, Κρέον;
ἀποκτενεῖς γάρ, εἴ με γῆς ἔξω βαλεῖς.
οὐ μὴν ἑλίξας γ᾽ ἀμφὶ σὸν χεῖρας γόνυ
κακὸς φανοῦμαι: τὸ γὰρ ἐμόν ποτ᾽ εὐγενὲς
οὐκ ἂν προδοίην, οὐδέ περ πράσσων κακῶς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (E. P. Coleridge, 1938)
hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: