previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἄγγελος

Ἄγγελος

ἄκουε δή νυν καὶ τὰ πρὸς τούτοις κακά.
ἐπεὶ τέκνω πεσόντ᾽ ἐλειπέτην βίον,
ἐν τῷδε μήτηρ τάλαινα προσπίτνει
1430σὺν παρθένῳ τε καὶ προθυμίᾳ ποδός.
τετρωμένους δ᾽ ἰδοῦσα καιρίους σφαγὰς
ᾤμωξεν: τέκν᾽, ὑστέρα βοηδρόμος
πάρειμι. προσπίτνουσα δ᾽ ἐν μέρει τέκνα
ἔκλαι᾽, ἐθρήνει, τὸν πολὺν μαστῶν πόνον
1435στένουσ᾽, ἀδελφή θ᾽ παρασπίζουσ᾽ ὁμοῦ:
γηροβοσκὼ μητρός, γάμους ἐμοὺς
προδόντ᾽ ἀδελφὼ φιλτάτω. στέρνων δ᾽ ἄπο
φύσημ᾽ ἀνεὶς δύσθνητον Ἐτεοκλῆς ἄναξ
ἤκουσε μητρός, κἀπιθεὶς ὑγρὰν χέρα
1440φωνὴν μὲν οὐκ ἀφῆκεν, ὀμμάτων δ᾽ ἄπο
προσεῖπε δακρύοις, ὥστε σημῆναι φίλα.
δ᾽ ἦν ἔτ᾽ ἔμπνους, πρὸς κασιγνήτην δ᾽ ἰδὼν
γραῖάν τε μητέρ᾽ εἶπε Πολυνείκης τάδε:
Ἀπωλόμεσθα, μῆτερ: οἰκτίρω δὲ σὲ
1445καὶ τήνδ᾽ ἀδελφὴν καὶ κασίγνητον νεκρόν.
φίλος γὰρ ἐχθρὸς ἐγένετ᾽, ἀλλ᾽ ὅμως φίλος.
θάψον δέ μ᾽, τεκοῦσα, καὶ σύ, σύγγονε,
ἐν γῇ πατρῴᾳ, καὶ πόλιν θυμουμένην
παρηγορεῖτον, ὡς τοσόνδε γοῦν τύχω
1450χθονὸς πατρῴας, κεἰ δόμους ἀπώλεσα.
ξυνάρμοσον δὲ βλέφαρά μου τῇ σῇ χερί,
μῆτερτίθησι δ᾽ αὐτὸς ὀμμάτων ἔπι
καὶ χαίρετ᾽: ἤδη γάρ με περιβάλλει σκότος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (E. P. Coleridge, 1938)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: