previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



1390

Ἐτεοκλέης δὲ ποδὶ μεταψαίρων πέτρον
ἴχνους ὑπόδρομον, κῶλον ἐκτὸς ἀσπίδος
τίθησι: Πολυνείκης δ᾽ ἀπήντησεν δορί,
πληγὴν σιδήρῳ παραδοθεῖσαν εἰσιδών,
κνήμην τε διεπέρασεν Ἀργεῖον δόρυ:
1395στρατὸς δ᾽ ἀνηλάλαξε Δαναϊδῶν ἅπας.
κἀν τῷδε μόχθῳ γυμνὸν ὦμον εἰσιδὼν
πρόσθε τρωθεὶς στέρνα Πολυνείκους βίᾳ
διῆκε λόγχην, κἀπέδωκεν ἡδονὰς
Κάδμου πολίταις, ἀπὸ δ᾽ ἔθραυσ᾽ ἄκρον δόρυ.
1400ἐς δ᾽ ἄπορον ἥκων δορὸς ἐπὶ σκέλος πάλιν
χωρεῖ, λαβὼν δ᾽ ἀφῆκε μάρμαρον πέτρον
μέσον δ᾽ ἄκοντ᾽ ἔθραυσεν: ἐξ ἴσου δ᾽ Ἄρης
ἦν, κάμακος ἀμφοῖν χεῖρ᾽ ἀπεστερημένοιν.

ἔνθεν δὲ κώπας ἁρπάσαντε φασγάνων
1405ἐς ταὐτὸν ἧκον, συμβαλόντε δ᾽ ἀσπίδας
πολὺν ταραγμὸν ἀμφιβάντ᾽ εἶχον μάχης.
καί πως νοήσας Ἐτεοκλῆς τὸ Θεσσαλὸν
ἐσήγαγεν σόφισμ᾽ ὁμιλίᾳ χθονός.
ἐξαλλαγεὶς γὰρ τοῦ παρεστῶτος πόνου,
1410λαιὸν μὲν ἐς τοὔπισθεν ἀμφέρει πόδα,
πρόσω τὰ κοῖλα γαστρὸς εὐλαβούμενος,
προβὰς δὲ κῶλον δεξιὸν δι᾽ ὀμφαλοῦ
καθῆκεν ἔγχος σφονδύλοις τ᾽ ἐνήρμοσεν.
ὁμοῦ δὲ κάμψας πλευρὰ καὶ νηδὺν τάλας
1415σὺν αἱματηραῖς σταγόσι Πολυνείκης πίτνει.
δ᾽, ὡς κρατῶν δὴ καὶ νενικηκὼς μάχῃ,
ξίφος δικὼν ἐς γαῖαν ἐσκύλευέ νιν
τὸν νοῦν πρὸς αὑτὸν οὐκ ἔχων, ἐκεῖσε δέ.
καί νιν ἔσφηλ᾽: ἔτι γὰρ ἐμπνέων βραχύ,
1420σῴζων σίδηρον ἐν λυγρῷ πεσήματι,
μόλις μέν, ἐξέτεινε δ᾽ εἰς ἧπαρ ξίφος.
Ἐτεοκλέους πρόσθε Πολυνείκης πεσών.
γαῖαν δ᾽ ὀδὰξ ἑλόντες ἀλλήλων πέλας
πίπτουσιν ἄμφω κοὐ διώρισαν κράτος.

Χορός

1425φεῦ φεῦ, κακῶν σῶν, Οἰδίπου, σ᾽ ὅσον στένω:
τὰς σὰς δ᾽ ἀρὰς ἔοικεν ἐκπλῆσαι θεός.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (E. P. Coleridge, 1938)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: