previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἰοκάστη

καλῶς τὰ τῶν θεῶν καὶ τὰ τῆς τύχης ἔχει:
παῖδές τε γάρ μοι ζῶσι κἀκπέφευγε γῆ.
Κρέων δ᾽ ἔοικε τῶν ἐμῶν νυμφευμάτων
1205τῶν τ᾽ Οἰδίπου δύστηνος ἀπολαῦσαι κακῶν,
παιδὸς στερηθείς, τῇ πόλει μὲν εὐτυχῶς,
ἰδίᾳ δὲ λυπρῶς. ἀλλ᾽ ἄνελθέ μοι πάλιν,
τί τἀπὶ τούτοις παῖδ᾽ ἐμὼ δρασείετον.

Ἄγγελος

ἔα τὰ λοιπά: δεῦρ᾽ ἀεὶ γὰρ εὐτυχεῖς.

Ἰοκάστη

1210τοῦτ᾽ εἰς ὕποπτον εἶπας: οὐκ ἐατέον.

Ἄγγελος

μεῖζον τί χρῄζεις παῖδας σεσῳσμένους;

Ἰοκάστη

καὶ τἀπίλοιπά γ᾽ εἰ καλῶς πράσσω κλύειν.

Ἄγγελος

μέθες μ᾽: ἔρημος παῖς ὑπασπιστοῦ σέθεν.

Ἰοκάστη

κακόν τι κεύθεις καὶ στέγεις ὑπὸ σκότῳ.

Ἄγγελος

1215κοὐκ ἄν γε λέξαιμ᾽ ἐπ᾽ ἀγαθοῖσι σοῖς κακά.

Ἰοκάστη

ἢν μή γε φεύγων ἐκφύγῃς πρὸς αἰθέρα.

Ἄγγελος

Ἄγγελος

αἰαῖ: τί μ᾽ οὐκ εἴασας ἐξ εὐαγγέλου
φήμης ἀπελθεῖν, ἀλλὰ μηνῦσαι κακά;
τὼ παῖδε τὼ σὼ μέλλετον, τολμήματα
1220αἴσχιστα, χωρὶς μονομαχεῖν παντὸς στρατοῦ,
λέξαντες Ἀργείοισι Καδμείοισί τε
ἐς κοινὸν οἷον μήποτ᾽ ὤφελον λόγον.
Ἐτεοκλέης δ᾽ ὑπῆρξ᾽ ἀπ᾽ ὀρθίου σταθεὶς
πύργου, κελεύσας σῖγα κηρῦξαι στρατῷ:
1225ἔλεξε δ᾽: γῆς Ἑλλάδος στρατηλάται
Δαναῶν ἀριστῆς, οἵπερ ἤλθετ᾽ ἐνθάδε,
Κάδμου τε λαός, μήτε Πολυνείκους χάριν
ψυχὰς ἀπεμπολᾶτε μήθ᾽ ἡμῶν ὕπερ.
ἐγὼ γὰρ αὐτὸς τόνδε κίνδυνον μεθεὶς
1230μόνος συνάψω συγγόνῳ τὠμῷ μάχην:
κἂν μὲν κτάνω τόνδ᾽, οἶκον οἰκήσω μόνος,
ἡσσώμενος δὲ τῷδε παραδώσω μόνῳ:
ὑμεῖς δ᾽ ἀγῶν᾽ ἀφέντες, Ἀργεῖοι, χθόνα
νίσεσθε, βίοτον μὴ λιπόντες ἐνθάδε,
1235Σπαρτῶν τε λαὸς ἅλις ὅσος κεῖται νεκρός.
τοσαῦτ᾽ ἔλεξε: σὸς δὲ Πολυνείκης γόνος
ἐκ τάξεων ὤρουσε κἀπῄνει λόγους.
πάντες δ᾽ ἐπερρόθησαν Ἀργεῖοι τάδε
Κάδμου τε λαὸς ὡς δίκαι᾽ ἡγούμενοι.
1240ἐπὶ τοῖσδε δ᾽ ἐσπείσαντο, κἀν μεταιχμίοις
ὅρκους συνῆψαν ἐμμενεῖν στρατηλάται.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (E. P. Coleridge, 1938)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: