previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


καὶ πρῶτα μὲν προσῆγε Νηίταις πύλαις
1105λόχον πυκναῖσιν ἀσπίσιν πεφρικότα
τῆς κυναγοῦ Παρθενοπαῖος ἔκγονος,
ἐπίσημ᾽ ἔχων οἰκεῖον ἐν μέσῳ σάκει,
ἑκηβόλοις τόξοισιν Ἀταλάντην κάπρον
χειρουμένην Αἰτωλόν. ἐς δὲ Προιτίδας
1110πύλας ἐχώρει σφάγι᾽ ἔχων ἐφ᾽ ἅρματι
μάντις Ἀμφιάραος, οὐ σημεῖ᾽ ἔχων
ὑβρισμέν᾽, ἀλλὰ σωφρόνως ἄσημ᾽ ὅπλα.

Ὠγύγια δ᾽ ἐς πυλώμαθ᾽ Ἱππομέδων ἄναξ
ἔστειχ᾽ ἔχων σημεῖον ἐν μέσῳ σάκει
1115στικτοῖς Πανόπτην ὄμμασιν δεδορκότα,
τὰ μὲν σὺν ἄστρων ἐπιτολαῖσιν ὄμματα
βλέποντα, τὰ δὲ κρύπτοντα δυνόντων μέτα,
ὡς ὕστερον θανόντος εἰσορᾶν παρῆν.

Ὁμολωίσιν δὲ τάξιν εἶχε πρὸς πύλαις
1120Τυδεύς, λέοντος δέρος ἔχων ἐπ᾽ ἀσπίδι
χαίτῃ πεφρικός: δεξιᾷ δὲ λαμπάδα
Τιτὰν Προμηθεὺς ἔφερεν ὡς πρήσων πόλιν.

σὸς δὲ Κρηναίαισι Πολυνείκης πύλαις
Ἄρη προσῆγε: Ποτνιάδες δ᾽ ἐπ᾽ ἀσπίδι
1125ἐπίσημα πῶλοι δρομάδες ἐσκίρτων φόβῳ,
εὖ πως στρόφιγξιν ἔνδοθεν κυκλούμεναι
πόρπαχ᾽ ὑπ᾽ αὐτόν, ὥστε μαίνεσθαι δοκεῖν.

δ᾽ οὐκ ἔλασσον Ἄρεος ἐς μάχην φρονῶν
Καπανεὺς προσῆγε λόχον ἐπ᾽ Ἠλέκτραις πύλαις:
1130σιδηρονώτοις δ᾽ ἀσπίδος τύποις ἐπῆν
γίγας ἐπ᾽ ὤμοις γηγενὴς ὅλην πόλιν
φέρων μοχλοῖσιν ἐξανασπάσας βάθρων,
ὑπόνοιαν ἡμῖν οἷα πείσεται πόλις.

ταῖς δ᾽ ἑβδόμαις Ἄδραστος ἐν πύλαισιν ἦν,
1135ἑκατὸν ἐχίδναις ἀσπίδ᾽ ἐκπληρῶν γραφῇ,
ὕδρας ἔχων λαιοῖσιν ἐν βραχίοσιν
Ἀργεῖον αὔχημ᾽: ἐκ δὲ τειχέων μέσων
δράκοντες ἔφερον τέκνα Καδμείων γνάθοις.
παρῆν δ᾽ ἑκάστου τῶνδέ μοι θεάματα
1140ξύνθημα παρφέροντι ποιμέσιν λόχων.

καὶ πρῶτα μὲν τόξοισι καὶ μεσαγκύλοις
ἐμαρνάμεσθα σφενδόναις θ᾽ ἑκηβόλοις
πετρῶν τ᾽ ἀραγμοῖς: ὡς δ᾽ ἐνικῶμεν μάχῃ,
ἔκλαγξε Τυδεὺς καὶ σὸς ἐξαίφνης γόνος:
1145 τέκνα Δαναῶν, πρὶν κατεξάνθαι βολαῖς,
τί μέλλετ᾽ ἄρδην πάντες ἐμπίπτειν πύλαις,
γυμνῆτες ἱππῆς ἁρμάτων τ᾽ ἐπιστάται;
ἠχῆς δ᾽ ὅπως ἤκουσαν, οὔτις ἀργὸς ἦν:
πολλοὶ δ᾽ ἔπιπτον κρᾶτας αἱματούμενοι,
1150ἡμῶν τ᾽ ἐς οὖδας εἶδες ἂν πρὸ τειχέων
πυκνοὺς κυβιστητῆρας ἐκπεπνευκότας:
ξηρὰν δ᾽ ἔδευον γαῖαν αἵματος ῥοαῖς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (E. P. Coleridge, 1938)
hide References (3 total)
  • Commentary references to this page (1):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Oedipus at Colonus, 1315
  • Cross-references in general dictionaries to this page (2):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: