previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἄγγελος

ὠή, τίς ἐν πύλαισι δωμάτων κυρεῖ;
ἀνοίγετ᾽: ἐκπορεύετ᾽ Ἰοκάστην δόμων.
ὠὴ μάλ᾽ αὖθις: διὰ μακροῦ μέν, ἀλλ᾽ ὅμως
1070ἔξελθ᾽, ἄκουσον, Οἰδίπου κλεινὴ δάμαρ,
λήξασ᾽ ὀδυρμῶν πενθίμων τε δακρύων.

Ἰοκάστη

φίλτατ᾽, οὔ που ξυμφορὰν ἥκεις φέρων
Ἐτεοκλέους θανόντος, οὗ παρ᾽ ἀσπίδα
βέβηκας αἰεὶ πολεμίων εἴργων βέλη;
1075τί μοί ποθ᾽ ἥκεις καινὸν ἀγγελῶν ἔπος;
τέθνηκεν ζῇ παῖς ἐμός; σήμαινέ μοι.

Ἄγγελος

ζῇ, μὴ τρέσῃς τόδ᾽, ὥς σ᾽ ἀπαλλάξω φόβου.

Ἰοκάστη

τί δ᾽; ἑπτάπυργοι πῶς ἔχουσι περιβολαί;

Ἄγγελος

ἑστᾶσ᾽ ἄθραυστοι, κοὐκ ἀνήρπασται πόλις.

Ἰοκάστη

1080ἦλθον δὲ πρὸς κίνδυνον Ἀργείου δορός;

Ἄγγελος

ἀκμήν γ᾽ ἐπ᾽ αὐτήν: ἀλλ᾽ Καδμείων Ἄρης
κρείσσων κατέστη τοῦ Μυκηναίου δορός.

Ἰοκάστη

ἓν εἰπὲ πρὸς θεῶν, εἴ τι Πολυνείκους πέρι
οἶσθ᾽: ὡς μέλει μοι καὶ τόδ᾽, εἰ λεύσσει φάος.

Ἄγγελος

1085ζῇ σοι ξυνωρὶς ἐς τόδ᾽ ἡμέρας τέκνων.

Ἰοκάστη

εὐδαιμονοίης. πῶς γὰρ Ἀργείων δόρυ
πυλῶν ἀπεστήσασθε πυργηρούμενοι;
λέξον, γέροντα τυφλὸν ὡς κατὰ στέγας
ἐλθοῦσα τέρψω, τῆσδε γῆς σεσῳσμένης.

Ἄγγελος

Ἄγγελος

1090ἐπεὶ Κρέοντος παῖς γῆς ὑπερθανὼν
πύργων ἐπ᾽ ἄκρων στὰς μελάνδετον ξίφος
λαιμῶν διῆκε τῇδε γῇ σωτήριον,
λόχους ἔνειμεν ἑπτὰ καὶ λοχαγέτας
πύλας ἐφ᾽ ἑπτά, φύλακας Ἀργείου δορός,
1095σὸς παῖς, ἐφέδρους δ᾽ ἱππότας μὲν ἱππόταις
ἔταξ᾽, ὁπλίτας δ᾽ ἀσπιδηφόροις ἔπι,
ὡς τῷ νοσοῦντι τειχέων εἴη δορὸς
ἀλκὴ δι᾽ ὀλίγου. περγάμων δ᾽ ἀπ᾽ ὀρθίων
λεύκασπιν εἰσορῶμεν Ἀργείων στρατὸν
1100Τευμησὸν ἐκλιπόντα, καὶ τάφρου πέλας
δρόμῳ ξυνῆψαν ἄστυ Καδμείας χθονός.
παιὰν δὲ καὶ σάλπιγγες ἐκελάδουν ὁμοῦ
ἐκεῖθεν ἔκ τε τειχέων ἡμῶν πάρα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (E. P. Coleridge, 1938)
hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: