previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Γραῦς

πρὶν τοὺς Ἀχαιούς, ξέν᾽, ἐς Τροίαν μολεῖν.
ἀλλ᾽ ἕρπ᾽ ἀπ᾽ οἴκων: ἔστι γάρ τις ἐν δόμοις
τύχη, τύραννος ταράσσεται δόμος.
καιρὸν γὰρ οὐδέν᾽ ἦλθες: ἢν δὲ δεσπότης
480λάβῃ σε, θάνατος ξένιά σοι γενήσεται.
εὔνους γάρ εἰμ᾽ Ἕλλησιν, οὐχ ὅσον πικροὺς
λόγους ἔδωκα δεσπότην φοβουμένη.

Μενελέως

τί φῶ; τί λέξω; συμφορὰς γὰρ ἀθλίας
ἐκ τῶν πάροιθεν τὰς παρεστώσας κλύω,
485εἰ τὴν μὲν αἱρεθεῖσαν ἐκ Τροίας ἄγων
ἥκω δάμαρτα καὶ κατ᾽ ἄντρα σῴζεται,
ὄνομα δὲ ταὐτὸν τῆς ἐμῆς ἔχουσά τις
δάμαρτος ἄλλη τοισίδ᾽ ἐνναίει δόμοις.
Διὸς δ᾽ ἔλεξε παῖδά νιν πεφυκέναι.
490ἀλλ᾽ τις ἔστι Ζηνὸς ὄνομ᾽ ἔχων ἀνὴρ
Νείλου παρ᾽ ὄχθας; εἷς γὰρ γε κατ᾽ οὐρανόν.
Σπάρτη δὲ ποῦ γῆς ἐστι πλὴν ἵνα ῥοαὶ
τοῦ καλλιδόνακός εἰσιν Εὐρώτα μόνον;
ἁπλοῦν δὲ Τυνδάρειον ὄνομα κλῄζεται.
495Λακεδαίμονος δὲ γαῖα τίς ξυνώνυμος
Τροίας τε; ἐγὼ μὲν οὐκ ἔχω τί χρὴ λέγειν.
πολλοὶ γάρ, ὡς εἴξασιν, ἐν πολλῇ χθονὶ
ὀνόματα ταὔτ᾽ ἔχουσι καὶ πόλις πόλει
γυνὴ γυναικί τ᾽: οὐδὲν οὖν θαυμαστέον.
500οὐδ᾽ αὖ τὸ δεινὸν προσπόλου φευξούμεθα:
ἀνὴρ γὰρ οὐδεὶς ὧδε βάρβαρος φρένας,
ὃς ὄνομ᾽ ἀκούσας τοὐμὸν οὐ δώσει βοράν.
κλεινὸν τὸ Τροίας πῦρ ἐγώ θ᾽ ὃς ἧψά νιν,
Μενέλαος, οὐκ ἄγνωστος ἐν πάσῃ χθονί.
505δόμων ἄνακτα προσμενῶ: δισσὰς δέ μοι
ἔχει φυλάξεις: ἢν μὲν ὠμόφρων τις ,
κρύψας ἐμαυτὸν εἶμι πρὸς ναυάγια:
ἢν δ᾽ ἐνδιδῷ τι μαλθακόν, τὰ πρόσφορα
τῆς νῦν παρούσης συμφορᾶς αἰτήσομαι.
510κακῶν μὲν ἡμῖν ἔσχατον τοῖς ἀθλίοις,
ἄλλους τυράννους αὐτὸν ὄντα βασιλέα
βίον προσαιτεῖν: ἀλλ᾽ ἀναγκαίως ἔχει.
λόγος γάρ ἐστιν οὐκ ἐμός, σοφὸν δ᾽ ἔπος,
δεινῆς ἀνάγκης οὐδὲν ἰσχύειν πλέον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (E. P. Coleridge, 1938)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: