Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Ἑλένη
Ἑλένη
ἰὼ Τροία τάλαινα,
δι᾽ ἔργ᾽ ἄνεργ᾽ ὄλλυσαι
μέλεά τ᾽ ἔτλας: τὰ δ᾽ ἐμὰ δῶρα
Κύπριδος ἔτεκε πολὺ μὲν αἷμα,
365πολὺ δὲ δάκρυον: ἄχεά τ᾽ ἄχεσι,
δάκρυα δάκρυσιν ἔλαβε, πάθεα ...
ματέρες τε παῖδας ὄλεσαν,
ἀπὸ δὲ παρθένοι κόμας
ἔθεντο σύγγονοι νεκρῶν Σκαμάνδριον
ἀμφὶ Φρύγιον οἶδμα.
370βοὰν βοὰν δ᾽ Ἑλλὰς
κελάδησε κἀνοτότυξεν,
ἐπὶ δὲ κρατὶ χέρας ἔθηκεν,
ὄνυχι δ᾽ ἁπαλόχροα γένυν
δεῦσε φονίαισι πλαγαῖς.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.