Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Χορός
ὅ τι θεὸς ἢ μὴ θεὸς ἢ τὸ μέσον,
τίς φησ᾽ ἐρευνήσας βροτῶν
μακρότατον πέρας εὑρεῖν
1140ὃς τὰ θεῶν ἐσορᾷ
δεῦρο καὶ αὖθις ἐκεῖσε
καὶ πάλιν ἀντιλόγοις
πηδῶντ᾽ ἀνελπίστοις τύχαις;
σὺ Διὸς ἔφυς, ὦ Ἑλένα, θυγάτηρ:
1145πτανὸς γὰρ ἐν κόλποις σε Λή-
δας ἐτέκνωσε πατήρ.
κᾆτ᾽ ἰαχήθης καθ᾽ Ἑλλανίαν
προδότις ἄπιστος ἄδικος ἄθεος: οὐδ᾽ ἔχω
τί τὸ σαφὲς ἔτι ποτ᾽ ἐν βροτοῖς:
1150τὸ τῶν θεῶν δ᾽ ἔπος ἀλαθὲς ηὗρον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.