previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἰφιγένεια

φίλτατ᾽, οὐδὲν ἄλλο, φίλτατος γὰρ εἶ,
ἔχω σ᾽, Ὀρέστα, τηλύγετον χθονὸς ἀπὸ πατρίδος
830Ἀργόθεν, φίλος.


Ὀρέστης

κἀγώ σε τὴν θανοῦσαν, ὡς δοξάζεται.
κατὰ δὲ δάκρυ, κατὰ δὲ γόος ἅμα χαρᾷ
τὸ σὸν νοτίζει βλέφαρον, ὡσαύτως δ᾽ ἐμόν.

Ἰφιγένεια

τόδ᾽ ἔτι βρέφος
835ἔλιπον ἀγκάλαισι νεαρὸν τροφοῦ
νεαρὸν ἐν δόμοις.
κρεῖσσον λόγοισιν εὐτυχοῦσά μου
ψυχά, τί φῶ; θαυμάτων
840πέρα καὶ λόγου πρόσω τάδ᾽ ἐπέβα.

Ὀρέστης

τὸ λοιπὸν εὐτυχοῖμεν ἀλλήλων μέτα.

Ἰφιγένεια

ἄτοπον ἁδονὰν ἔλαβον, φίλαι:
δέδοικα δ᾽ ἐκ χερῶν με μὴ πρὸς αἰθέρα
ἀμπτάμενος φύγῃ:
845ἰὼ Κυκλωπὶς ἑστία: ἰὼ πατρίς,
Μυκήνα φίλα,
χάριν ἔχω ζόας, χάριν ἔχω τροφᾶς,
ὅτι μοι συνομαίμονα τόνδε δόμοις
ἐξεθρέψω φάος.

Ὀρέστης

850γένει μὲν εὐτυχοῦμεν, ἐς δὲ συμφοράς,
σύγγον᾽, ἡμῶν δυστυχὴς ἔφυ βίος.

Ἰφιγένεια

ἐγᾦδ᾽ μέλεος, οἶδ᾽, ὅτε φάσγανον
δέρᾳ θῆκέ μοι μελεόφρων πατήρ.

Ὀρέστης

855οἴμοι. δοκῶ γὰρ οὐ παρών σ᾽ ὁρᾶν ἐκεῖ.

Ἰφιγένεια

ἀνυμέναιος, σύγγον᾽, Ἀχιλλέως
ἐς κλισίαν λέκτρων
δολίαν ὅτ᾽ ἀγόμαν:
860παρὰ δὲ βωμὸν ἦν δάκρυα καὶ γόοι.
φεῦ φεῦ χερνίβων τῶν ἐκεῖ.

Ὀρέστης

ᾤμωξα κἀγὼ τόλμαν ἣν ἔτλη πατήρ.

Ἰφιγένεια

ἀπάτορ᾽ ἀπάτορα πότμον ἔλαχον.
865ἄλλα δ᾽ ἐξ ἄλλων κυρεῖ
δαίμονος τύχᾳ τινός.

Ὀρέστης

εἰ σόν γ᾽ ἀδελφόν, τάλαιν᾽, ἀπώλεσας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Robert Potter, 1938)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: