previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Χορός

ξέν᾽, οὐ δικαίως τῆς θεοῦ τὴν πρόσπολον
χραίνεις ἀθίκτοις περιβαλὼν πέπλοις χέρα.

Ὀρέστης

800 συγκασιγνήτη τε κἀκ ταὐτοῦ πατρὸς
Ἀγαμέμνονος γεγῶσα, μή μ᾽ ἀποστρέφου,
ἔχουσ᾽ ἀδελφόν, οὐ δοκοῦσ᾽ ἕξειν ποτέ.

Ἰφιγένεια

ἐγώ σ᾽ ἀδελφὸν τὸν ἐμόν; οὐ παύσῃ λέγων;
τὸ δ᾽ Ἄργος αὐτοῦ μεστὸν τε Ναυπλία.

Ὀρέστης

805οὐκ ἔστ᾽ ἐκεῖ σός, τάλαινα, σύγγονος.

Ἰφιγένεια

ἀλλ᾽ Λάκαινα Τυνδαρίς σ᾽ ἐγείνατο;

Ὀρέστης

Πέλοπός γε παιδὶ παιδός, οὗ 'κπέφυκ᾽ ἐγώ.

Ἰφιγένεια

τί φῄς; ἔχεις τι τῶνδέ μοι τεκμήριον;

Ὀρέστης

ἔχω: πατρῴων ἐκ δόμων τι πυνθάνου.

Ἰφιγένεια

810οὐκοῦν λέγειν μὲν χρὴ σέ, μανθάνειν δ᾽ ἐμέ.

Ὀρέστης

λέγοιμ᾽ ἄν, ἀκοῇ πρῶτον Ἠλέκτρας τάδε:
Ἀτρέως Θυέστου τ᾽ οἶσθα γενομένην ἔριν;

Ἰφιγένεια

ἤκουσα: χρυσῆς ἀρνὸς ἦν νείκη πέρι.

Ὀρέστης

ταῦτ᾽ οὖν ὑφήνασ᾽ οἶσθ᾽ ἐν εὐπήνοις ὑφαῖς;

Ἰφιγένεια

815 φίλτατ᾽, ἐγγὺς τῶν ἐμῶν κάμπτεις φρενῶν.

Ὀρέστης

εἰκώ τ᾽ ἐν ἱστοῖς ἡλίου μετάστασιν;

Ἰφιγένεια

ὕφηνα καὶ τόδ᾽ εἶδος εὐμίτοις πλοκαῖς.

Ὀρέστης

καὶ λούτρ᾽ ἐς Αὖλιν μητρὸς ἀνεδέξω πάρα;

Ἰφιγένεια

οἶδ᾽: οὐ γὰρ γάμος ἐσθλὸς ὤν μ᾽ ἀφείλετο.

Ὀρέστης

820τί γάρ; κόμας σὰς μητρὶ δοῦσα σῇ φέρειν;

Ἰφιγένεια

μνημεῖά γ᾽ ἀντὶ σώματος τοὐμοῦ τάφῳ.

Ὀρέστης

δ᾽ εἶδον αὐτός, τάδε φράσω τεκμήρια:
Πέλοπος παλαιὰν ἐν δόμοις λόγχην πατρός,
ἣν χερσὶ πάλλων παρθένον Πισάτιδα
825ἐκτήσαθ᾽ Ἱπποδάμειαν, Οἰνόμαον κτανών,
ἐν παρθενῶσι τοῖσι σοῖς κεκρυμμένην.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Robert Potter, 1938)
hide References (2 total)
  • Commentary references to this page (1):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Oedipus at Colonus, 33
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: