previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἰφιγένεια

ἄγγελλ᾽ Ὀρέστῃ, παιδὶ τῷ Ἀγαμέμνονος:
770 'ν Αὐλίδι σφαγεῖσ᾽ ἐπιστέλλει τάδε
ζῶσ᾽ Ἰφιγένεια, τοῖς ἐκεῖ δ᾽ οὐ ζῶσ᾽ ἔτι

Ὀρέστης

ποῦ δ᾽ ἔστ᾽ ἐκείνη; κατθανοῦσ᾽ ἥκει πάλιν;

Ἰφιγένεια

ἥδ᾽ ἣν ὁρᾷς σύ: μὴ λόγοις ἔκπλησσέ με.
Κόμισαί μ᾽ ἐς Ἄργος, σύναιμε, πρὶν θανεῖν,
775ἐκ βαρβάρου γῆς καὶ μετάστησον θεᾶς
σφαγίων, ἐφ᾽ οἷσι ξενοφόνους τιμὰς ἔχω.

Ὀρέστης

Πυλάδη, τί λέξω; ποῦ ποτ᾽ ὄνθ᾽ ηὑρήμεθα;

Ἰφιγένεια

σοῖς ἀραία δώμασιν γενήσομαι.

Πυλάδης

Ὀρέστα — ;

Ἰφιγένεια
ἵν᾽ αὖθις ὄνομα δὶς κλύων μάθῃς.

Πυλάδης

780 θεοί.

Ἰφιγένεια
τί τοὺς θεοὺς ἀνακαλεῖς ἐν τοῖς ἐμοῖς;

Πυλάδης

οὐδέν: πέραινε δ᾽: ἐξέβην γὰρ ἄλλοσε.
τάχ᾽ οὐκ ἐρωτῶν σ᾽ εἰς ἄπιστ᾽ ἀφίξομαι.

Ἰφιγένεια

λέγ᾽ οὕνεκ᾽ ἔλαφον ἀντιδοῦσά μου θεὰ
Ἄρτεμις ἔσῳσέ μ᾽, ἣν ἔθυσ᾽ ἐμὸς πατήρ,
785δοκῶν ἐς ἡμᾶς ὀξὺ φάσγανον βαλεῖν,
ἐς τήνδε δ᾽ ᾤκισ᾽ αἶαν. αἵδ᾽ ἐπιστολαί,
τάδ᾽ ἐστὶ τἀν δέλτοισιν ἐγγεγραμμένα.

Πυλάδης

ῥᾳδίοις ὅρκοισι περιβαλοῦσά με,
κάλλιστα δ᾽ ὀμόσασ᾽, οὐ πολὺν σχήσω χρόνον,
790τὸν δ᾽ ὅρκον ὃν κατώμοσ᾽ ἐμπεδώσομεν.

ἰδού, φέρω σοι δέλτον ἀποδίδωμί τε,
Ὀρέστα, τῆσδε σῆς κασιγνήτης πάρα.

Ὀρέστης

δέχομαι: παρεὶς δὲ γραμμάτων διαπτυχὰς
τὴν ἡδονὴν πρῶτ᾽ οὐ λόγοις αἱρήσομαι.
795

φιλτάτη μοι σύγγον᾽, ἐκπεπληγμένος
ὅμως σ᾽ ἀπίστῳ περιβαλὼν βραχίονι
ἐς τέρψιν εἶμι, πυθόμενος θαυμάστ᾽ ἐμοί.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Robert Potter, 1938)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: