previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἰφιγένεια

725ἀπέλθεθ᾽ ὑμεῖς καὶ παρευτρεπίζετε
τἄνδον μολόντες τοῖς ἐφεστῶσι σφαγῇ.

δέλτου μὲν αἵδε πολύθυροι διαπτυχαί,
ξένοι, πάρεισιν: δ᾽ ἐπὶ τοῖσδε βούλομαι,
ἀκούσατ᾽. οὐδεὶς αὑτὸς ἐν πόνοις τ᾽ ἀνὴρ
730ὅταν τε πρὸς τὸ θάρσος ἐκ φόβου πέσῃ.
ἐγὼ δὲ ταρβῶ μὴ ἀπονοστήσας χθονὸς
θῆται παρ᾽ οὐδὲν τὰς ἐμὰς ἐπιστολὰς
τήνδε μέλλων δέλτον εἰς Ἄργος φέρειν.

Ὀρέστης

τί δῆτα βούλῃ; τίνος ἀμηχανεῖς πέρι;

Ἰφιγένεια

735ὅρκον δότω μοι τάσδε πορθμεύσειν γραφὰς
πρὸς Ἄργος, οἷσι βούλομαι πέμψαι φίλων.

Ὀρέστης

κἀντιδώσεις τῷδε τοὺς αὐτοὺς λόγους;

Ἰφιγένεια

τί χρῆμα δράσειν τί μὴ δράσειν; λέγε.

Ὀρέστης

ἐκ γῆς ἀφήσειν μὴ θανόντα βαρβάρου.

Ἰφιγένεια

740δίκαιον εἶπας: πῶς γὰρ ἀγγείλειεν ἄν;

Ὀρέστης

καὶ τύραννος ταῦτα συγχωρήσεται;

Ἰφιγένεια

ναί.
πείσω σφε, καὐτὴ ναὸς εἰσβήσω σκάφος.

Ὀρέστης

ὄμνυ: σὺ δ᾽ ἔξαρχ᾽ ὅρκον ὅστις εὐσεβής.

Ἰφιγένεια

δώσω, λέγειν χρή, τήνδε τοῖσι σοῖς φίλοις.

Πυλάδης

745τοῖς σοῖς φίλοισι γράμματ᾽ ἀποδώσω τάδε.

Ἰφιγένεια

κἀγὼ σὲ σώσω κυανέας ἔξω πέτρας.

Πυλάδης

τίν᾽ οὖν ἐπόμνυς τοισίδ᾽ ὅρκιον θεῶν;

Ἰφιγένεια

Ἄρτεμιν, ἐν ἧσπερ δώμασιν τιμὰς ἔχω.

Πυλάδης

ἐγὼ δ᾽ ἄνακτά γ᾽ οὐρανοῦ, σεμνὸν Δία.

Ἰφιγένεια

750εἰ δ᾽ ἐκλιπὼν τὸν ὅρκον ἀδικοίης ἐμέ;

Πυλάδης

ἄνοστος εἴην: τί δὲ σύ, μὴ σῴσασά με;

Ἰφιγένεια

μήποτε κατ᾽ Ἄργος ζῶσ᾽ ἴχνος θείην ποδός.

Πυλάδης

ἄκουε δή νυν ὃν παρήλθομεν λόγον.

Ἰφιγένεια

ἀλλ᾽ αὖθις ἔσται καινός, ἢν καλῶς ἔχῃ.

Πυλάδης

755ἐξαίρετόν μοι δὸς τόδ᾽, ἤν τι ναῦς πάθῃ,
χἡ δέλτος ἐν κλύδωνι χρημάτων μέτα
ἀφανὴς γένηται, σῶμα δ᾽ ἐκσῴσω μόνον,
τὸν ὅρκον εἶναι τόνδε μηκέτ᾽ ἔμπεδον.

Ἰφιγένεια

ἀλλ᾽ οἶσθ᾽ δράσω; πολλὰ γὰρ πολλῶν κυρεῖ:
760τἀνόντα κἀγγεγραμμέν᾽ ἐν δέλτου πτυχαῖς
λόγῳ φράσω σοι πάντ᾽ ἀναγγεῖλαι φίλοις.
ἐν ἀσφαλεῖ γάρ: ἢν μὲν ἐκσῴσῃς γραφήν,
αὐτὴν φράσει σιγῶσα τἀγγεγραμμένα:
ἢν δ᾽ ἐν θαλάσσῃ γράμματ᾽ ἀφανισθῇ τάδε,
765τὸ σῶμα σῴσας τοὺς λόγους σῴσεις ἐμοί.

Πυλάδης

καλῶς ἔλεξας τῶν θεῶν ἐμοῦ θ᾽ ὕπερ.
σήμαινε δ᾽ χρὴ τάσδ᾽ ἐπιστολὰς φέρειν
πρὸς Ἄργος τι τε χρὴ κλύοντα σοῦ λέγειν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Robert Potter, 1938)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: