previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ὀρέστης

Πυλάδη, πέπονθας ταὐτὸ πρὸς θεῶν ἐμοί;

Πυλάδης

οὐκ οἶδ᾽: ἐρωτᾷς οὐ λέγειν ἔχοντά με.

Ὀρέστης

660τίς ἐστὶν νεᾶνις; ὡς Ἑλληνικῶς
ἀνήρεθ᾽ ἡμᾶς τούς τ᾽ ἐν Ἰλίῳ πόνους
νόστον τ᾽ Ἀχαιῶν τόν τ᾽ ἐν οἰωνοῖς σοφὸν
Κάλχαντ᾽ Ἀχιλλέως τ᾽ ὄνομα, καὶ τὸν ἄθλιον
Ἀγαμέμνον᾽ ὡς ᾤκτιρ᾽ ἀνηρώτα τέ με
665γυναῖκα παῖδάς τε. ἔστιν ξένη γένος
ἐκεῖθεν Ἀργεία τις: οὐ γὰρ ἄν ποτε
δέλτον τ᾽ ἔπεμπε καὶ τάδ᾽ ἐξεμάνθανεν,
ὡς κοινὰ πράσσουσ᾽, Ἄργος εἰ πράσσει καλῶς.

Πυλάδης

ἔφθης με μικρόν: ταὐτὰ δὲ φθάσας λέγεις,
670πλὴν ἕν: τὰ γὰρ τῶν βασιλέων παθήματα
ἴσασι πάντες, ὧν ἐπιστροφή τις ἦν.
ἀτὰρ διῆλθον χἅτερον λόγον τινά.

Ὀρέστης

τίν᾽; ἐς τὸ κοινὸν δοὺς ἄμεινον ἂν μάθοις.

Πυλάδης

αἰσχρὸν θανόντος σοῦ βλέπειν ἡμᾶς φάος:
675κοινῇ τ᾽ ἔπλευσα ... δεῖ με καὶ κοινῇ θανεῖν.
καὶ δειλίαν γὰρ καὶ κάκην κεκτήσομαι
Ἄργει τε Φωκέων τ᾽ ἐν πολυπτύχῳ χθονί,
δόξω δὲ τοῖς πολλοῖσιπολλοὶ γὰρ κακοί
προδοὺς σεσῷσθαί σ᾽ αὐτὸς εἰς οἴκους μόνος
680 καὶ φονεύσας ἐπὶ νοσοῦσι δώμασι
ῥάψαι μόρον σοι σῆς τυραννίδος χάριν,
ἔγκληρον ὡς δὴ σὴν κασιγνήτην γαμῶν.
ταῦτ᾽ οὖν φοβοῦμαι καὶ δι᾽ αἰσχύνης ἔχω,
κοὐκ ἔσθ᾽ ὅπως οὐ χρὴ συνεκπνεῦσαί μέ σοι
685καὶ σὺν σφαγῆναι καὶ πυρωθῆναι δέμας,
φίλον γεγῶτα καὶ φοβούμενον ψόγον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Robert Potter, 1938)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: