previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ὀρέστης

θύσει δὲ τίς με καὶ τὰ δεινὰ τλήσεται;

Ἰφιγένεια

ἐγώ: θεᾶς γὰρ τῆσδε προστροπὴν ἔχω.

Ὀρέστης

ἄζηλά γ᾽, νεᾶνι, κοὐκ εὐδαίμονα.

Ἰφιγένεια

620ἀλλ᾽ εἰς ἀνάγκην κείμεθ᾽, ἣν φυλακτέον.

Ὀρέστης

αὐτὴ ξίφει θύουσα θῆλυς ἄρσενας;

Ἰφιγένεια

οὔκ, ἀλλὰ χαίτην ἀμφὶ σὴν χερνίψομαι.

Ὀρέστης

δὲ σφαγεὺς τίς; εἰ τάδ᾽ ἱστορεῖν με χρή.

Ἰφιγένεια

ἔσω δόμων τῶνδ᾽ εἰσὶν οἷς μέλει τάδε.

Ὀρέστης

625τάφος δὲ ποῖος δέξεταί μ᾽, ὅταν θάνω;

Ἰφιγένεια

πῦρ ἱερὸν ἔνδον χάσμα τ᾽ εὐρωπὸν πέτρας.

Ὀρέστης

φεῦ:
πῶς ἄν μ᾽ ἀδελφῆς χεὶρ περιστείλειεν ἄν;

Ἰφιγένεια

μάταιον εὐχήν, τάλας, ὅστις ποτ᾽ εἶ,
ηὔξω: μακρὰν γὰρ βαρβάρου ναίει χθονός.
630οὐ μήν, ἐπειδὴ τυγχάνεις Ἀργεῖος ὤν,
ἀλλ᾽ ὧν γε δυνατὸν οὐδ᾽ ἐγὼ λείψω χάριν.
πολύν τε γάρ σοι κόσμον ἐνθήσω τάφῳ,
ξανθῷ τ᾽ ἐλαίῳ σῶμα σὸν κατασβέσω,
καὶ τῆς ὀρείας ἀνθεμόρρυτον γάνος
635ξουθῆς μελίσσης ἐς πυρὰν βαλῶ σέθεν.
ἀλλ᾽ εἶμι δέλτον τ᾽ ἐκ θεᾶς ἀνακτόρων
οἴσω: τὸ μέντοι δυσμενὲς μὴ 'μοὶ λάβῃς.

φυλάσσετ᾽ αὐτούς, πρόσπολοι, δεσμῶν ἄτερ
ἴσως ἄελπτα τῶν ἐμῶν φίλων τινὶ
640πέμψω πρὸς Ἄργος, ὃν μάλιστ᾽ ἐγὼ φιλῶ,
καὶ δέλτος αὐτῷ ζῶντας οὓς δοκεῖ θανεῖν
λέγουσα πιστὰς ἡδονὰς ἀπαγγελεῖ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Robert Potter, 1938)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: