previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ὀρέστης

540τίς εἶ ποθ᾽; ὡς εὖ πυνθάνῃ τἀφ᾽ Ἑλλάδος.

Ἰφιγένεια

ἐκεῖθέν εἰμι: παῖς ἔτ᾽ οὖσ᾽ ἀπωλόμην.

Ὀρέστης

ὀρθῶς ποθεῖς ἄρ᾽ εἰδέναι τἀκεῖ, γύναι.

Ἰφιγένεια

τί δ᾽ στρατηγός, ὃν λέγουσ᾽ εὐδαιμονεῖν;

Ὀρέστης

τίς; οὐ γὰρ ὅν γ᾽ ἐγᾦδα τῶν εὐδαιμόνων.

Ἰφιγένεια

545Ἀτρέως ἐλέγετο δή τις Ἀγαμέμνων ἄναξ.

Ὀρέστης

οὐκ οἶδ᾽: ἄπελθε τοῦ λόγου τούτου, γύναι.

Ἰφιγένεια

μὴ πρὸς θεῶν, ἀλλ᾽ εἴφ᾽, ἵν᾽ εὐφρανθῶ, ξένε.

Ὀρέστης

τέθνηχ᾽ τλήμων, πρὸς δ᾽ ἀπώλεσέν τινα.

Ἰφιγένεια

τέθνηκε; ποίᾳ συμφορᾷ; τάλαιν᾽ ἐγώ.

Ὀρέστης

550τί δ᾽ ἐστέναξας τοῦτο; μῶν προσῆκέ σοι;

Ἰφιγένεια

τὸν ὄλβον αὐτοῦ τὸν πάροιθ᾽ ἀναστένω.

Ὀρέστης

δεινῶς γὰρ ἐκ γυναικὸς οἴχεται σφαγείς.

Ἰφιγένεια

πανδάκρυτος κτανοῦσα ... χὡ κτανών.

Ὀρέστης

παῦσαί νυν ἤδη μηδ᾽ ἐρωτήσῃς πέρα.

Ἰφιγένεια

555τοσόνδε γ᾽, εἰ ζῇ τοῦ ταλαιπώρου δάμαρ.

Ὀρέστης

οὐκ ἔστι: παῖς νιν ὃν ἔτεχ᾽, οὗτος ὤλεσεν.

Ἰφιγένεια

συνταραχθεὶς οἶκος. ὡς τί δὴ θέλων;

Ὀρέστης

πατρὸς θανόντος τήνδε τιμωρούμενος.

Ἰφιγένεια

φεῦ:
ὡς εὖ κακὸν δίκαιον εἰσεπράξατο.

Ὀρέστης

560ἀλλ᾽ οὐ τὰ πρὸς θεῶν εὐτυχεῖ δίκαιος ὤν.

Ἰφιγένεια

λείπει δ᾽ ἐν οἴκοις ἄλλον Ἀγαμέμνων γόνον;

Ὀρέστης

λέλοιπεν Ἠλέκτραν γε παρθένον μίαν.

Ἰφιγένεια

τί δέ; σφαγείσης θυγατρὸς ἔστι τις λόγος;

Ὀρέστης

οὐδείς γε, πλὴν θανοῦσαν οὐχ ὁρᾶν φάος.

Ἰφιγένεια

565τάλαιν᾽ ἐκείνη χὡ κτανὼν αὐτὴν πατήρ.

Ὀρέστης

κακῆς γυναικὸς χάριν ἄχαριν ἀπώλετο.

Ἰφιγένεια

τοῦ θανόντος δ᾽ ἔστι παῖς Ἄργει πατρός;

Ὀρέστης

ἔστ᾽, ἄθλιός γε, κοὐδαμοῦ καὶ πανταχοῦ.

Ἰφιγένεια

ψευδεῖς ὄνειροι, χαίρετ᾽: οὐδὲν ἦτ᾽ ἄρα.

Ὀρέστης

570οὐδ᾽ οἱ σοφοί γε δαίμονες κεκλημένοι
πτηνῶν ὀνείρων εἰσὶν ἀψευδέστεροι.
πολὺς ταραγμὸς ἔν τε τοῖς θείοις ἔνι
κἀν τοῖς βροτείοις: ἓν δὲ λυπεῖται μόνον,
ὃς οὐκ ἄφρων ὢν μάντεων πεισθεὶς λόγοις
575ὄλωλενὡς ὄλωλε τοῖσιν εἰδόσιν.

Χορός

φεῦ φεῦ: τί δ᾽ ἡμεῖς οἵ τ᾽ ἐμοὶ γεννήτορες;
ἆρ᾽ εἰσίν; ἆρ᾽ οὐκ εἰσί; τίς φράσειεν ἄν;

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Robert Potter, 1938)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: