previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


295

ἡμεῖς δὲ συσταλέντες, ὡς θαμβούμενοι,
σιγῇ καθήμεθ᾽: δὲ χερὶ σπάσας ξίφος,
μόσχους ὀρούσας ἐς μέσας λέων ὅπως,
παίει σιδήρῳ λαγόνας ἐς πλευράς θ᾽ ἱείς,
δοκῶν Ἐρινῦς θεὰς ἀμύνεσθαι τάδε,
300ὡς αἱματηρὸν πέλαγος ἐξανθεῖν ἁλός.
κἀν τῷδε πᾶς τις, ὡς ὁρᾷ βουφόρβια
πίπτοντα καὶ πορθούμεν᾽, ἐξωπλίζετο,
κόχλους τε φυσῶν συλλέγων τ᾽ ἐγχωρίους:
πρὸς εὐτραφεῖς γὰρ καὶ νεανίας ξένους
305φαύλους μάχεσθαι βουκόλους ἡγούμεθα.
πολλοὶ δ᾽ ἐπληρώθημεν ἐν μακρῷ χρόνῳ.
πίπτει δὲ μανίας πίτυλον ξένος μεθείς,
στάζων ἀφρῷ γένειον: ὡς δ᾽ ἐσείδομεν
προύργου πεσόντα, πᾶς ἀνὴρ ἔσχεν πόνον
310βάλλων ἀράσσων. ἅτερος δὲ τοῖν ξένοιν
ἀφρόν τ᾽ ἀπέψη σώματός τ᾽ ἐτημέλει
πέπλων τε προυκάλυπτεν εὐπήνους ὑφάς,
καραδοκῶν μὲν τἀπιόντα τραύματα,
φίλον δὲ θεραπείαισιν ἄνδρ᾽ εὐεργετῶν.
315ἔμφρων δ᾽ ἀνᾴξας ξένος πεσήματος
ἔγνω κλύδωνα πολεμίων προσκείμενον
καὶ τὴν παροῦσαν συμφορὰν αὐτοῖν πέλας,
ᾤμωξέ θ᾽: ἡμεῖς δ᾽ οὐκ ἀνίεμεν πέτροις
βάλλοντες, ἄλλος ἄλλοθεν προσκείμενοι.
320οὗ δὴ τὸ δεινὸν παρακέλευσμ᾽ ἠκούσαμεν:
Πυλάδη, θανούμεθ᾽, ἀλλ᾽ ὅπως θανούμεθα
κάλλισθ᾽: ἕπου μοι, φάσγανον σπάσας χερί. —

ὡς δ᾽ εἴδομεν δίπαλτα πολεμίων ξίφη,
φυγῇ λεπαίας ἐξεπίμπλαμεν νάπας.
325ἀλλ᾽, εἰ φύγοι τις, ἅτεροι προσκείμενοι
ἔβαλλον αὐτούς: εἰ δὲ τούσδ᾽ ὠσαίατο,
αὖθις τὸ νῦν ὑπεῖκον ἤρασσεν πέτροις.
ἀλλ᾽ ἦν ἄπιστον: μυρίων γὰρ ἐκ χερῶν
οὐδεὶς τὰ τῆς θεοῦ θύματ᾽ εὐτύχει βαλών.
330μόλις δέ νιν τόλμῃ μὲν οὐ χειρούμεθα,
κύκλῳ δὲ περιβαλόντες ἐξεκλέψαμεν
πέτροισι χειρῶν φάσγαν᾽, ἐς δὲ γῆν γόνυ
καμάτῳ καθεῖσαν. πρὸς δ᾽ ἄνακτα τῆσδε γῆς
κομίζομέν νιν. δ᾽ ἐσιδὼν ὅσον τάχος
335ἐς χέρνιβάς τε καὶ σφαγεῖ᾽ ἔπεμπέ σοι.
ηὔχου δὲ τοιάδ᾽, νεᾶνί, σοι ξένων
σφάγια παρεῖναι: κἂν ἀναλίσκῃς ξένους
τοιούσδε, τὸν σὸν Ἑλλὰς ἀποτείσει φόνον
δίκας τίνουσα τῆς ἐν Αὐλίδι σφαγῆς.

Χορός

340θαυμάστ᾽ ἔλεξας τὸν μανένθ᾽, ὅστις ποτὲ
Ἕλληνος ἐκ γῆς πόντον ἦλθεν ἄξενον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Robert Potter, 1938)
hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: