previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἀλλ᾽ οὐδὲν ἧσσον εἰχόμεσθα τῆς ξένης
1365καὶ πρὸς σὲ ἕπεσθαι διεβιαζόμεσθά νιν:
ὅθεν τὰ δεινὰ πλήγματ᾽ ἦν γενειάδων.
κεῖνοί τε γὰρ σίδηρον οὐκ εἶχον χεροῖν
ἡμεῖς τε: πυγμαί τ᾽ ἦσαν ἐγκροτούμεναι,
καὶ κῶλ᾽ ἀπ᾽ ἀμφοῖν τοῖν νεανίαιν ἅμα
1370ἐς πλευρὰ καὶ πρὸς ἧπαρ ἠκοντίζετο,
ὡς τῷ ξυνάπτειν καὶ συναποκαμεῖν μέλη.
δεινοῖς δὲ σημάντροισιν ἐσφραγισμένοι
ἐφεύγομεν πρὸς κρημνόν, οἳ μὲν ἐν κάρᾳ
κάθαιμ᾽ ἔχοντες τραύμαθ᾽, οἳ δ᾽ ἐν ὄμμασιν:
1375ὄχθοις δ᾽ ἐπισταθέντες εὐλαβεστέρως
ἐμαρνάμεσθα καὶ πέτρους ἐβάλλομεν.
ἀλλ᾽ εἶργον ἡμᾶς τοξόται πρύμνης ἔπι
σταθέντες ἰοῖς, ὥστ᾽ ἀναστεῖλαι πρόσω.
κἀν τῷδεδεινὸς γὰρ κλύδων ὤκειλε ναῦν
1380πρὸς γῆν, φόβος δ᾽ ἦν παρθένῳ τέγξαι πόδα
λαβὼν Ὀρέστης ὦμον εἰς ἀριστερόν,
βὰς ἐς θάλασσαν κἀπὶ κλίμακος θορών,
ἔθηκ᾽ ἀδελφὴν ἐντὸς εὐσήμου νεώς,
τό τ᾽ οὐρανοῦ πέσημα, τῆς Διὸς κόρης
1385ἄγαλμα. ναὸς δ᾽ ἐκ μέσης ἐφθέγξατο
βοή τις: γῆς Ἑλλάδος ναῦται, νεὼς
λάβεσθε κώπαις ῥόθιά τ᾽ ἐκλευκαίνετε:
ἔχομεν γὰρ ὧνπερ οὕνεκ᾽ ἄξενον πόρον
Συμπληγάδων ἔσωθεν εἰσεπλεύσαμεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Robert Potter, 1938)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: