previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἰφιγένεια

πῶς οὖν γένοιτ᾽ ἂν ὥστε μήθ᾽ ἡμᾶς θανεῖν,
λαβεῖν θ᾽ βουλόμεσθα; τῇδε γὰρ νοσεῖ
νόστος πρὸς οἴκους: δὲ βούλησις πάρα.

Ὀρέστης

1020ἆρ᾽ ἂν τύραννον διολέσαι δυναίμεθ᾽ ἄν;

Ἰφιγένεια

δεινὸν τόδ᾽ εἶπας, ξενοφονεῖν ἐπήλυδας.

Ὀρέστης

ἀλλ᾽, εἰ σὲ σώσει κἀμέ, κινδυνευτέον.

Ἰφιγένεια

οὐκ ἂν δυναίμην: τὸ δὲ πρόθυμον ᾔνεσα.

Ὀρέστης

τί δ᾽, εἴ με ναῷ τῷδε κρύψειας λάθρα;

Ἰφιγένεια

1025ὡς δὴ σκότον λαβόντες ἐκσωθεῖμεν ἄν;

Ὀρέστης

κλεπτῶν γὰρ νύξ, τῆς δ᾽ ἀληθείας τὸ φῶς.

Ἰφιγένεια

εἴσ᾽ ἔνδον ἱεροὶ φύλακες, οὓς οὐ λήσομεν.

Ὀρέστης

οἴμοι, διεφθάρμεσθα: πῶς σωθεῖμεν ἄν;

Ἰφιγένεια

ἔχειν δοκῶ μοι καινὸν ἐξεύρημά τι.

Ὀρέστης

1030ποῖόν τι; δόξης μετάδος, ὡς κἀγὼ μάθω.

Ἰφιγένεια

ταῖς σαῖς ἀνίαις χρήσομαι σοφίσμασι.

Ὀρέστης

δειναὶ γὰρ αἱ γυναῖκες εὑρίσκειν τέχνας.

Ἰφιγένεια

φονέα σε φήσω μητρὸς ἐξ Ἄργους μολεῖν.

Ὀρέστης

χρῆσαι κακοῖσι τοῖς ἐμοῖς, εἰ κερδανεῖς.

Ἰφιγένεια

1035ὡς οὐ θέμις γε λέξομεν θύειν θεᾷ,

Ὀρέστης

τίν᾽ αἰτίαν ἔχουσ᾽; ὑποπτεύω τι γάρ.

Ἰφιγένεια

οὐ καθαρὸν ὄντα: τὸ δ᾽ ὅσιον δώσω φόβῳ.

Ὀρέστης

τί δῆτα μᾶλλον θεᾶς ἄγαλμ᾽ ἁλίσκεται;

Ἰφιγένεια

πόντου σε πηγαῖς ἁγνίσαι βουλήσομαι,

Ὀρέστης

1040ἔτ᾽ ἐν δόμοισι βρέτας, ἐφ᾽ πεπλεύκαμεν.

Ἰφιγένεια

κἀκεῖνο νίψαι, σοῦ θιγόντος ὥς, ἐρῶ.

Ὀρέστης

ποῖ δῆτα; πόντου νοτερὸν εἶπας ἔκβολον;

Ἰφιγένεια

οὗ ναῦς χαλινοῖς λινοδέτοις ὁρμεῖ σέθεν.

Ὀρέστης

σὺ δ᾽ τις ἄλλος ἐν χεροῖν οἴσει βρέτας;

Ἰφιγένεια

1045ἐγώ: θιγεῖν γὰρ ὅσιόν ἐστ᾽ ἐμοὶ μόνῃ.

Ὀρέστης

Πυλάδης δ᾽ ὅδ᾽ ἡμῖν ποῦ τετάξεται πόνου;

Ἰφιγένεια

ταὐτὸν χεροῖν σοὶ λέξεται μίασμ᾽ ἔχων.

Ὀρέστης

λάθρα δ᾽ ἄνακτος εἰδότος δράσεις τάδε;

Ἰφιγένεια

πείσασα μύθοις: οὐ γὰρ ἂν λάθοιμί γε.

Ὀρέστης

1050καὶ μὴν νεώς γε πίτυλος εὐήρης πάρα.

Ἰφιγένεια

σοὶ δὴ μέλειν χρὴ τἄλλ᾽ ὅπως ἕξει καλῶς.

Ὀρέστης

ἑνὸς μόνου δεῖ, τάσδε συγκρύψαι τάδε.
ἀλλ᾽ ἀντίαζε καὶ λόγους πειστηρίους
εὕρισκ᾽: ἔχει τοι δύναμιν εἰς οἶκτον γυνή.
1055τὰ δ᾽ ἄλλ᾽ ἴσως — . ἅπαντα συμβαίη καλῶς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: