previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Κλυταιμήστρα

ἔκβητ᾽ ἀπήνης, Τρῳάδες, χειρὸς δ᾽ ἐμῆς
λάβεσθ᾽, ἵν᾽ ἔξω τοῦδ᾽ ὄχου στήσω πόδα.
1000σκύλοισι μὲν γὰρ θεῶν κεκόσμηνται δόμοι
Φρυγίοις, ἐγὼ δὲ τάσδε, Τρῳάδος χθονὸς
ἐξαίρετ᾽, ἀντὶ παιδὸς ἣν ἀπώλεσα
σμικρὸν γέρας, καλὸν δὲ κέκτημαι δόμοις.

Ἠλέκτρα

οὔκουν ἐγώδούλη γὰρ ἐκβεβλημένη
1005δόμων πατρῴων δυστυχεῖς οἰκῶ δόμους
μῆτερ, λάβωμαι μακαρίας τῆς σῆς χερός;

Κλυταιμήστρα

δοῦλαι πάρεισιν αἵδε, μὴ σύ μοι πόνει.

Ἠλέκτρα

τί δ᾽; αἰχμάλωτόν τοί μ᾽ ἀπῴκισας δόμων,
ᾑρημένων δὲ δωμάτων ᾑρήμεθα,
1010ὡς αἵδε, πατρὸς ὀρφαναὶ λελειμμέναι.

Κλυταιμήστρα

Κλυταιμήστρα

τοιαῦτα μέντοι σὸς πατὴρ βουλεύματα
ἐς οὓς ἐχρῆν ἥκιστ᾽ ἐβούλευσεν φίλων.
λέξω δὲ ... καίτοι δόξ᾽ ὅταν λάβῃ κακὴ
γυναῖκα, γλώσσῃ πικρότης ἔνεστί τις.
1015ὡς μὲν παρ᾽ ἡμῖν, οὐ καλῶς: τὸ πρᾶγμα δὲ
μαθόντας, ἢν μὲν ἀξίως μισεῖν ἔχῃ,
στυγεῖν δίκαιον: εἰ δὲ μή, τί δεῖ στυγεῖν;
ἡμᾶς ἔδωκε Τυνδάρεως τῷ σῷ πατρί,
οὐχ ὥστε θνῄσκειν, οὐδ᾽ γειναίμην ἐγώ.
1020κεῖνος δὲ παῖδα τὴν ἐμὴν Ἀχιλλέως
λέκτροισι πείσας ᾤχετ᾽ ἐκ δόμων ἄγων
πρυμνοῦχον Αὖλιν, ἔνθ᾽ ὑπερτείνας πυρᾶς
λευκὴν διήμησ᾽ Ἰφιγόνης παρηΐδα.
κεἰ μὲν πόλεως ἅλωσιν ἐξιώμενος,
1025 δῶμ᾽ ὀνήσων τἄλλα τ᾽ ἐκσῴζων τέκνα,
ἔκτεινε πολλῶν μίαν ὕπερ, συγγνώστ᾽ ἂν ἦν:
νῦν δ᾽ οὕνεχ᾽ Ἑλένη μάργος ἦν τ᾽ αὖ λαβὼν
ἄλοχον κολάζειν προδότιν οὐκ ἠπίστατο,
τούτων ἕκατι παῖδ᾽ ἐμὴν διώλεσεν.
1030ἐπὶ τοῖσδε τοίνυν καίπερ ἠδικημένη
οὐκ ἠγριώμην οὐδ᾽ ἂν ἔκτανον πόσιν:
ἀλλ᾽ ἦλθ᾽ ἔχων μοι μαινάδ᾽ ἔνθεον κόρην
λέκτροις τ᾽ ἐπεισέφρηκε, καὶ νύμφα δύο
ἐν τοῖσιν αὐτοῖς δώμασιν κατείχομεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (E. P. Coleridge, 1938)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: