previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἠλέκτρα

εἶἑν: τίν᾽ ἀρχὴν πρῶτά σ᾽ ἐξείπω κακῶν,
ποίας τελευτάς; τίνα μέσον τάξω λόγον;
καὶ μὴν δι᾽ ὄρθρων γ᾽ οὔποτ᾽ ἐξελίμπανον
910θρυλοῦσ᾽ γ᾽ εἰπεῖν ἤθελον κατ᾽ ὄμμα σόν,
εἰ δὴ γενοίμην δειμάτων ἐλευθέρα
τῶν πρόσθε. νῦν οὖν ἐσμεν: ἀποδώσω δέ σοι
ἐκεῖν᾽ σε ζῶντ᾽ ἤθελον λέξαι κακά.

ἀπώλεσάς με κὠρφανὴν φίλου πατρὸς
915καὶ τόνδ᾽ ἔθηκας, οὐδὲν ἠδικημένος,
κἄγημας αἰσχρῶς μητέρ᾽ ἄνδρα τ᾽ ἔκτανες
στρατηλατοῦνθ᾽ Ἕλλησιν, οὐκ ἐλθὼν Φρύγας.
ἐς τοῦτο δ᾽ ἦλθες ἀμαθίας ὥστ᾽ ἤλπισας
ὡς ἐς σὲ ἐμὴν δὴ μητέρ᾽ οὐχ ἕξοις κακὴν
920γήμας, ἐμοῦ δὲ πατρὸς ἠδίκεις λέχη.
ἴστω δ᾽, ὅταν τις διολέσας δάμαρτά του
κρυπταῖσιν εὐναῖς εἶτ᾽ ἀναγκασθῇ λαβεῖν,
δύστηνός ἐστιν, εἰ δοκεῖ τὸ σωφρονεῖν
ἐκεῖ μὲν αὐτὴν οὐκ ἔχειν, παρ᾽ οἷ δ᾽ ἔχειν.
925ἄλγιστα δ᾽ ᾤκεις, οὐ δοκῶν οἰκεῖν κακῶς:
ᾔδησθα γὰρ δῆτ᾽ ἀνόσιον γήμας γάμον,
μήτηρ δὲ σ᾽ ἄνδρα δυσσεβῆ κεκτημένη.
ἄμφω πονηρὼ δ᾽ ὄντ᾽ ἀνῃρεῖσθον τύχην
κείνη τε τὴν σὴν καὶ σὺ τοὐκείνης κακόν. †
930πᾶσιν δ᾽ ἐν Ἀργείοισιν ἤκουες τάδε:
τῆς γυναικόςοὐχὶ τἀνδρὸς γυνή.
καίτοι τόδ᾽ αἰσχρόν, προστατεῖν γε δωμάτων
γυναῖκα, μὴ τὸν ἄνδρα: κἀκείνους στυγῶ
τοὺς παῖδας, ὅστις τοῦ μὲν ἄρσενος πατρὸς
935οὐκ ὠνόμασται, τῆς δὲ μητρὸς ἐν πόλει.
ἐπίσημα γὰρ γήμαντι καὶ μείζω λέχη
τἀνδρὸς μὲν οὐδείς, τῶν δὲ θηλειῶν λόγος.

δ᾽ ἠπάτα σε πλεῖστον οὐκ ἐγνωκότα,
ηὔχεις τις εἶναι τοῖσι χρήμασι σθένων:
940τὰ δ᾽ οὐδὲν εἰ μὴ βραχὺν ὁμιλῆσαι χρόνον.
γὰρ φύσις βέβαιος, οὐ τὰ χρήματα.
μὲν γὰρ αἰεὶ παραμένουσ᾽ αἴρει κακά:
δ᾽ ὄλβος ἀδίκως καὶ μετὰ σκαιῶν ξυνὼν
ἐξέπτατ᾽ οἴκων, σμικρὸν ἀνθήσας χρόνον.
945 δ᾽ ἐς γυναῖκαςπαρθένῳ γὰρ οὐ καλὸν
λέγεινσιωπῶ, γνωρίμως δ᾽ αἰνίξομαι.
ὕβριζες, ὡς δὴ βασιλικοὺς ἔχων δόμους
κάλλει τ᾽ ἀραρώς. ἀλλ᾽ ἔμοιγ᾽ εἴη πόσις
μὴ παρθενωπός, ἀλλὰ τἀνδρείου τρόπου.
950τὰ γὰρ τέκν᾽ αὐτῶν Ἄρεος ἐκκρεμάννυται,
τὰ δ᾽ εὐπρεπῆ δὴ κόσμος ἐν χοροῖς μόνον.

ἔρρ᾽, οὐδὲν εἰδὼς ὧν ἐφευρεθεὶς χρόνῳ
δίκην δέδωκας. — ὧδέ τις κακοῦργος ὢν
μή μοι τὸ πρῶτον βῆμ᾽ ἐὰν δράμῃ καλῶς,
955νικᾶν δοκείτω τὴν Δίκην, πρὶν ἂν πέλας
γραμμῆς ἵκηται καὶ τέλος κάμψῃ βίου.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (E. P. Coleridge, 1938)
hide References (2 total)
  • Commentary references to this page (1):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Electra, 1289
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: