previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Χορός

νῦν πάροιθεν μᾶλλον, Ἠλέκτρα, χαρᾷ
θερμαινόμεσθα καρδίαν: ἴσως γὰρ ἂν
μόλις προβαίνουσ᾽ τύχη σταίη καλῶς.

Ἠλέκτρα

τλῆμον, εἰδὼς δωμάτων χρείαν σέθεν
405τί τούσδ᾽ ἐδέξω μείζονας σαυτοῦ ξένους;

Αὐτουργός

τί δ᾽; εἴπερ εἰσὶν ὡς δοκοῦσιν εὐγενεῖς,
οὐκ ἔν τε μικροῖς ἔν τε μὴ στέρξουσ᾽ ὁμῶς;

Ἠλέκτρα

ἐπεί νυν ἐξήμαρτες ἐν σμικροῖσιν ὤν,
ἔλθ᾽ ὡς παλαιὸν τροφὸν ἐμοῦ φίλον πατρός,
410ὃς ἀμφὶ ποταμὸν Τάναον Ἀργείας ὅρους
τέμνοντα γαίας Σπαρτιάτιδός τε γῆς
ποίμναις ὁμαρτεῖ πόλεος ἐκβεβλημένος:
κέλευε δ᾽ αὐτὸν τῶνδ᾽ ἐμοὐσαφιγμένων
ἐλθεῖν, ξένων τ᾽ ἐς δαῖτα πορσῦναί τινα.
415ἡσθήσεταί τοι καὶ προσεύξεται θεοῖς,
ζῶντ᾽ εἰσακούσας παῖδ᾽ ὃν ἐκσῴζει ποτέ.
οὐ γὰρ πατρῴων ἐκ δόμων μητρὸς πάρα
λάβοιμεν ἄν τι: πικρὰ δ᾽ ἀγγείλαιμεν ἄν,
εἰ ζῶντ᾽ Ὀρέστην τάλαιν᾽ αἴσθοιτ᾽ ἔτι.

Αὐτουργός

420ἀλλ᾽, εἰ δοκεῖ σοι, τούσδ᾽ ἀπαγγελῶ λόγους
γέροντι: χώρει δ᾽ ἐς δόμους ὅσον τάχος
καὶ τἄνδον ἐξάρτυε. πολλά τοι γυνὴ
χρῄζουσ᾽ ἂν εὕροι δαιτὶ προσφορήματα.
ἔστιν δὲ δὴ τοσαῦτά γ᾽ ἐν δόμοις ἔτι,
425ὥσθ᾽ ἕν γ᾽ ἐπ᾽ ἦμαρ τούσδε πληρῶσαι βορᾶς.
ἐν τοῖς τοιούτοις δ᾽ ἡνίκ᾽ ἂν γνώμης πέσω,
σκοπῶ τὰ χρήμαθ᾽ ὡς ἔχει μέγα σθένος,
ξένοις τε δοῦναι σῶμά τ᾽ ἐς νόσους πεσὸν
δαπάναισι σῷσαι: τῆς δ᾽ ἐφ᾽ ἡμέραν βορᾶς
430ἐς σμικρὸν ἥκει: πᾶς γὰρ ἐμπλησθεὶς ἀνὴρ
πλούσιός τε χὡ πένης ἴσον φέρει.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (E. P. Coleridge, 1938)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: