Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Χορός
Ἀγαμέμνονος ὦ κόρα,
ἤλυθον, Ἠλέκτρα, ποτὶ
σὰν ἀγρότειραν αὐλάν.
ἔμολέ τις ἔμολεν γαλακτοπότας ἀνὴρ
170Μυκηναῖος ὀρειβάτας:
ἀγγέλλει δ᾽ ὅτι νῦν τριταί-
αν καρύσσουσιν θυσίαν
Ἀργεῖοι, πᾶσαι δὲ παρ᾽ Ἥ-
ραν μέλλουσιν παρθενικαὶ στείχειν. Ἠλέκτρα
175οὐκ ἐπ᾽ ἀγλαΐαις, φίλαι,
θυμὸν οὐδ᾽ ἐπὶ χρυσέοις
ὅρμοις ἐκπεπόταμαι
τάλαιν᾽, οὐδ᾽ ἱστᾶσα χοροὺς
Ἀργείαις ἅμα νύμφαις
180εἱλικτὸν κρούσω πόδ᾽ ἐμόν.
δάκρυσι νυχεύ-
ω, δακρύων δέ μοι μέλει
δειλαίᾳ τὸ κατ᾽ ἦμαρ.
σκέψαι μου πιναρὰν κόμαν
185καὶ τρύχη τάδ᾽ ἐμῶν πέπλων,
εἰ πρέποντ᾽ Ἀγαμέμνονος
κούρᾳ 'σται βασιλείᾳ
τᾷ Τροίᾳ θ᾽, ἃ 'μοῦ πατέρος
μέμναταί ποθ᾽ ἁλοῦσα.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.