previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Διόσκουροι

Διόσκουροι

Ἀγαμέμνονος παῖ, κλῦθι: δίπτυχοι δέ σε
καλοῦσι μητρὸς σύγγονοι Διόσκοροι,
1240Κάστωρ κασίγνητός τε Πολυδεύκης ὅδε.
δεινὸν δὲ ναυσὶν ἀρτίως πόντου σάλον
παύσαντ᾽ ἀφίγμεθ᾽ Ἄργος, ὡς ἐσείδομεν
σφαγὰς ἀδελφῆς τῆσδε, μητέρος δὲ σῆς.
δίκαια μέν νυν ἥδ᾽ ἔχει, σὺ δ᾽ οὐχὶ δρᾷς:
1245Φοῖβός τε, Φοῖβοςἀλλ᾽ ἄναξ γάρ ἐστ᾽ ἐμός,
σιγῶ: σοφὸς δ᾽ ὢν οὐκ ἔχρησέ σοι σοφά.
αἰνεῖν δ᾽ ἀνάγκη ταῦτα: τἀντεῦθεν δὲ χρὴ
πράσσειν Μοῖρα Ζεύς τ᾽ ἔκρανε σοῦ πέρι.

Πυλάδῃ μὲν Ἠλέκτραν δὸς ἄλοχον ἐς δόμους,
1250σὺ δ᾽ Ἄργος ἔκλιπ᾽: οὐ γὰρ ἔστι σοι πόλιν
τήνδ᾽ ἐμβατεύειν, μητέρα κτείναντι σήν.
δειναὶ δὲ κῆρές σ᾽ αἱ κυνώπιδες θεαὶ
τροχηλατήσουσ᾽ ἐμμανῆ πλανώμενον.
ἐλθὼν δ᾽ Ἀθήνας Παλλάδος σεμνὸν βρέτας
1255πρόσπτυξον: εἵρξει γάρ νιν ἐπτοημένας
δεινοῖς δράκουσιν ὥστε μὴ ψαύειν σέθεν,
γοργῶφ᾽ ὑπερτείνουσα σῷ κάρᾳ κύκλον.
ἔστιν δ᾽ Ἄρεώς τις ὄχθος, οὗ πρῶτον θεοὶ
ἕζοντ᾽ ἐπὶ ψήφοισιν αἵματος πέρι,
1260Ἁλιρρόθιον ὅτ᾽ ἔκταν᾽ ὠμόφρων Ἄρης,
μῆνιν θυγατρὸς ἀνοσίων νυμφευμάτων,
πόντου κρέοντος παῖδ᾽, ἵν᾽ εὐσεβεστάτη
ψῆφος βεβαία τ᾽ ἐστὶνἔκ τε τοῦθεοῖς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (E. P. Coleridge, 1938)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: