previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἑλένη

895Μενέλαε, φροίμιον μὲν ἄξιον φόβου
τόδ᾽ ἐστίν: ἐν γὰρ χερσὶ προσπόλων σέθεν
βίᾳ πρὸ τῶνδε δωμάτων ἐκπέμπομαι.
ἀτὰρ σχεδὸν μὲν οἶδά σοι μισουμένη,
ὅμως δ᾽ ἐρέσθαι βούλομαι: γνῶμαι τίνες
900Ἕλλησι καὶ σοὶ τῆς ἐμῆς ψυχῆς πέρι;

Μενέλαος

οὐκ εἰς ἀκριβὲς ἦλθες, ἀλλ᾽ ἅπας στρατὸς
κτανεῖν ἐμοί σ᾽ ἔδωκεν, ὅνπερ ἠδίκεις.

Ἑλένη

ἔξεστιν οὖν πρὸς ταῦτ᾽ ἀμείψασθαι λόγῳ,
ὡς οὐ δικαίως, ἢν θάνω, θανούμεθα;

Μενέλαος

905οὐκ ἐς λόγους ἐλήλυθ᾽, ἀλλά σε κτενῶν.

Ἑκάβη

ἄκουσον αὐτῆς, μὴ θάνῃ τοῦδ᾽ ἐνδεής,
Μενέλαε, καὶ δὸς τοὺς ἐναντίους λόγους
ἡμῖν κατ᾽ αὐτῆς: τῶν γὰρ ἐν Τροίᾳ κακῶν
οὐδὲν κάτοισθα. συντεθεὶς δ᾽ πᾶς λόγος
910κτενεῖ νιν οὕτως ὥστε μηδαμοῦ φυγεῖν.

Μενέλαος

σχολῆς τὸ δῶρον: εἰ δὲ βούλεται λέγειν,
ἔξεστι. τῶν σῶν δ᾽ οὕνεχ᾽ὡς μάθῃλόγων
δώσω τόδ᾽ αὐτῇ: τῆσδε δ᾽ οὐ δώσω χάριν.

Ἑλένη

Ἑλένη

ἴσως με, κἂν εὖ κἂν κακῶς δόξω λέγειν,
915οὐκ ἀνταμείψῃ πολεμίαν ἡγούμενος.
ἐγὼ δ᾽, σ᾽ οἶμαι διὰ λόγων ἰόντ᾽ ἐμοῦ
κατηγορήσειν, ἀντιθεῖσ᾽ ἀμείψομαι
τοῖς σοῖσι τἀμὰ καὶ τὰ σ᾽ αἰτιάματα.
πρῶτον μὲν ἀρχὰς ἔτεκεν ἥδε τῶν κακῶν,
920Πάριν τεκοῦσα: δεύτερον δ᾽ ἀπώλεσε
Τροίαν τε κἄμ᾽ πρέσβυς οὐ κτανὼν βρέφος,
δαλοῦ πικρὸν μίμημ᾽, Ἀλέξανδρόν ποτε.
ἐνθένδε τἀπίλοιπ᾽ ἄκουσον ὡς ἔχει.
ἔκρινε τρισσὸν ζεῦγος ὅδε τριῶν θεῶν:
925καὶ Παλλάδος μὲν ἦν Ἀλεξάνδρῳ δόσις
Φρυξὶ στρατηγοῦνθ᾽ Ἑλλάδ᾽ ἐξανιστάναι,
Ἥρα δ᾽ ὑπέσχετ᾽ Ἀσιάδ᾽ Εὐρώπης θ᾽ ὅρους
τυραννίδ᾽ ἕξειν, εἴ σφε κρίνειεν Πάρις:
Κύπρις δὲ τοὐμὸν εἶδος ἐκπαγλουμένη
930δώσειν ὑπέσχετ᾽, εἰ θεὰς ὑπερδράμοι
κάλλει. τὸν ἔνθεν δ᾽ ὡς ἔχει σκέψαι λόγον:
νικᾷ Κύπρις θεάς, καὶ τοσόνδ᾽ οὑμοὶ γάμοι
ὤνησαν Ἑλλάδ᾽: οὐ κρατεῖσθ᾽ ἐκ βαρβάρων,
οὔτ᾽ ἐς δόρυ σταθέντες, οὐ τυραννίδι.
935 δ᾽ εὐτύχησεν Ἑλλάς, ὠλόμην ἐγὼ
εὐμορφίᾳ πραθεῖσα, κὠνειδίζομαι
ἐξ ὧν ἐχρῆν με στέφανον ἐπὶ κάρᾳ λαβεῖν.
οὔπω με φήσεις αὐτὰ τἀν ποσὶν λέγειν,
ὅπως ἀφώρμησ᾽ ἐκ δόμων τῶν σῶν λάθρα.
940ἦλθ᾽ οὐχὶ μικρὰν θεὸν ἔχων αὑτοῦ μέτα
τῆσδ᾽ ἀλάστωρ, εἴτ᾽ Ἀλέξανδρον θέλεις
ὀνόματι προσφωνεῖν νιν εἴτε καὶ Πάριν:
ὅν, κάκιστε, σοῖσιν ἐν δόμοις λιπὼν
Σπάρτης ἀπῆρας νηὶ Κρησίαν χθόνα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (E. P. Coleridge, 1891)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: