Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Χορός
820μάταν ἄρ᾽, ὦ χρυσέαις ἐν οἰνοχόαις ἁβρὰ βαίνων,
Λαομεδόντιε παῖ,
Ζηνὸς ἔχεις κυλίκων πλήρωμα, καλλίσταν λατρείαν:
825ἁ δέ σε γειναμένα πυρὶ δαίεται:
ἠιόνες δ᾽ ἅλιαι
ἴακχον οἰωνὸς οἷ-
830ον τεκέων ὕπερ βοᾷ,
ᾇ μὲν εὐνάτορας, ᾇ δὲ παῖδας,
ᾇ δὲ ματέρας γεραιάς.
τὰ δὲ σὰ δροσόεντα λουτρὰ
γυμνασίων τε δρόμοι
835βεβᾶσι, σὺ δὲ πρόσωπα νεα-
ρὰ χάρισι παρὰ Διὸς θρόνοις
καλλιγάλανα τρέφεις: Πριάμοιο δὲ γαῖαν
Ἑλλὰς ὤλεσ᾽ αἰχμά.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.