previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἀνδρομάχη

740 φίλτατ᾽, περισσὰ τιμηθεὶς τέκνον,
θανῇ πρὸς ἐχθρῶν μητέρ᾽ ἀθλίαν λιπών,
τοῦ πατρὸς δέ σ᾽ εὐγένει᾽ ἀποκτενεῖ,
τοῖσιν ἄλλοις γίγνεται σωτηρία,
τὸ δ᾽ ἐσθλὸν οὐκ ἐς καιρὸν ἦλθε σοὶ πατρός.
745 λέκτρα τἀμὰ δυστυχῆ τε καὶ γάμοι,
οἷς ἦλθον ἐς μέλαθρον Ἕκτορός ποτε,
οὐ σφάγιον υἱὸν Δαναΐδαις τέξουσ᾽ ἐμόν,
ἀλλ᾽ ὡς τύραννον Ἀσιάδος πολυσπόρου.
παῖ, δακρύεις: αἰσθάνῃ κακῶν σέθεν;
750τί μου δέδραξαι χερσὶ κἀντέχῃ πέπλων,
νεοσσὸς ὡσεὶ πτέρυγας ἐσπίτνων ἐμάς;
οὐκ εἶσιν Ἕκτωρ κλεινὸν ἁρπάσας δόρυ
γῆς ἐξανελθὼν σοὶ φέρων σωτηρίαν,
οὐ συγγένεια πατρός, οὐκ ἰσχὺς Φρυγῶν:
755λυγρὸν δὲ πήδημ᾽ ἐς τράχηλον ὑψόθεν
πεσὼν ἀνοίκτως, πνεῦμ᾽ ἀπορρήξεις σέθεν.
νέον ὑπαγκάλισμα μητρὶ φίλτατον,
χρωτὸς ἡδὺ πνεῦμα: διὰ κενῆς ἄρα
ἐν σπαργάνοις σε μαστὸς ἐξέθρεψ᾽ ὅδε,
760μάτην δ᾽ ἐμόχθουν καὶ κατεξάνθην πόνοις.
νῦνοὔποτ᾽ αὖθιςμητέρ᾽ ἀσπάζου σέθεν,
πρόσπιτνε τὴν τεκοῦσαν, ἀμφὶ δ᾽ ὠλένας
ἕλισσ᾽ ἐμοῖς νώτοισι καὶ στόμ᾽ ἅρμοσον.
βάρβαρ᾽ ἐξευρόντες Ἕλληνες κακά,
765τί τόνδε παῖδα κτείνετ᾽ οὐδὲν αἴτιον;
Τυνδάρειον ἔρνος, οὔποτ᾽ εἶ Διός,
πολλῶν δὲ πατέρων φημί σ᾽ ἐκπεφυκέναι,
Ἀλάστορος μὲν πρῶτον, εἶτα δὲ Φθόνου,
Φόνου τε Θανάτου θ᾽ ὅσα τε γῆ τρέφει κακά.
770οὐ γάρ ποτ᾽ αὐχῶ Ζῆνά γ᾽ ἐκφῦσαί σ᾽ ἐγώ,
πολλοῖσι κῆρα βαρβάροις Ἕλλησί τε.
ὄλοιο: καλλίστων γὰρ ὀμμάτων ἄπο
αἰσχρῶς τὰ κλεινὰ πεδί᾽ ἀπώλεσας Φρυγῶν.
ἀλλ᾽ ἄγετε φέρετε ῥίπτετ᾽, εἰ ῥίπτειν δοκεῖ:
775δαίνυσθε τοῦδε σάρκας. ἔκ τε γὰρ θεῶν
διολλύμεσθα, παιδί τ᾽ οὐ δυναίμεθ᾽ ἂν
θάνατον ἀρῆξαι. κρύπτετ᾽ ἄθλιον δέμας
καὶ ῥίπτετ᾽ ἐς ναῦς: ἐπὶ καλὸν γὰρ ἔρχομαι
ὑμέναιον, ἀπολέσασα τοὐμαυτῆς τέκνον.

Χορός

780τάλαινα Τροία, μυρίους ἀπώλεσας
μιᾶς γυναικὸς καὶ λέχους στυγνοῦ χάριν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (E. P. Coleridge, 1891)
hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: