previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



Χορός

Ἑκάβης γεραιᾶς φύλακες, οὐ δεδόρκατε
δέσποιναν ὡς ἄναυδος ἐκτάδην πίτνει;
οὐκ ἀντιλήψεσθ᾽; μεθήσετ᾽, κακαί,
465γραῖαν πεσοῦσαν; αἴρετ᾽ εἰς ὀρθὸν δέμας.

Ἑκάβη

ἐᾶτέ μ᾽οὔτοι φίλα τὰ μὴ φίλ᾽, κόραι
κεῖσθαι πεσοῦσαν: πτωμάτων γὰρ ἄξια
πάσχω τε καὶ πέπονθα κἄτι πείσομαι.
θεοί ... κακοὺς μὲν ἀνακαλῶ τοὺς συμμάχους,
470ὅμως δ᾽ ἔχει τι σχῆμα κικλήσκειν θεούς,
ὅταν τις ἡμῶν δυστυχῆ λάβῃ τύχην.
πρῶτον μὲν οὖν μοι τἀγάθ᾽ ἐξᾷσαι φίλον:
τοῖς γὰρ κακοῖσι πλείον᾽ οἶκτον ἐμβαλῶ.
ἦμεν τύραννοι κἀς τύρανν᾽ ἐγημάμην,
475κἀνταῦθ᾽ ἀριστεύοντ᾽ ἐγεινάμην τέκνα,
οὐκ ἀριθμὸν ἄλλως, ἀλλ᾽ ὑπερτάτους Φρυγῶν:
οὓς Τρῳὰς οὐδ᾽ Ἑλληνὶς οὐδὲ βάρβαρος
γυνὴ τεκοῦσα κομπάσειεν ἄν ποτε.
κἀκεῖνά τ᾽ εἶδον δορὶ πεσόνθ᾽ Ἑλληνικῷ
480τρίχας τ᾽ ἐτμήθην τάσδε πρὸς τύμβοις νεκρῶν,
καὶ τὸν φυτουργὸν Πρίαμον οὐκ ἄλλων πάρα
κλύουσ᾽ ἔκλαυσα, τοῖσδε δ᾽ εἶδον ὄμμασιν
αὐτὴ κατασφαγέντ᾽ ἐφ᾽ ἑρκείῳ πυρᾷ,
πόλιν θ᾽ ἁλοῦσαν. ἃς δ᾽ ἔθρεψα παρθένους
485ἐς ἀξίωμα νυμφίων ἐξαίρετον,
ἄλλοισι θρέψασ᾽ ἐκ χερῶν ἀφῃρέθην.
κοὔτ᾽ ἐξ ἐκείνων ἐλπὶς ὡς ὀφθήσομαι,
αὐτή τ᾽ ἐκείνας οὐκέτ᾽ ὄψομαί ποτε.
τὸ λοίσθιον δέ, θριγκὸς ἀθλίων κακῶν,
490δούλη γυνὴ γραῦς Ἑλλάδ᾽ εἰσαφίξομαι.
δ᾽ ἐστὶ γήρᾳ τῷδ᾽ ἀσυμφορώτατα,
τούτοις με προσθήσουσιν, θυρῶν λάτριν
κλῇδας φυλάσσειν, τὴν τεκοῦσαν Ἕκτορα,
σιτοποιεῖν, κἀν πέδῳ κοίτας ἔχειν
495ῥυσοῖσι νώτοις, βασιλικῶν ἐκ δεμνίων,
τρυχηρὰ περὶ τρυχηρὸν εἱμένην χρόα
πέπλων λακίσματ᾽, ἀδόκιμ᾽ ὀλβίοις ἔχειν.
οἲ 'γὼ τάλαινα, διὰ γάμον μιᾶς ἕνα
γυναικὸς οἵων ἔτυχον ὧν τε τεύξομαι.
500 τέκνον, σύμβακχε Κασάνδρα θεοῖς,
οἵαις ἔλυσας συμφοραῖς ἅγνευμα σόν.
σύ τ᾽, τάλαινα, ποῦ ποτ᾽ εἶ, Πολυξένη;
ὡς οὔτε μ᾽ ἄρσην οὔτε θήλεια σπορὰ
πολλῶν γενομένων τὴν τάλαιναν ὠφελεῖ.
505τί δῆτά μ᾽ ὀρθοῦτ᾽; ἐλπίδων ποίων ὕπο;
ἄγετε τὸν ἁβρὸν δήποτ᾽ ἐν Τροίᾳ πόδα,
νῦν δ᾽ ὄντα δοῦλον, στιβάδα πρὸς χαμαιπετῆ
πέτρινά τε κρήδεμν᾽, ὡς πεσοῦσ᾽ ἀποφθαρῶ
δακρύοις καταξανθεῖσα. τῶν δ᾽ εὐδαιμόνων
510μηδένα νομίζετ᾽ εὐτυχεῖν, πρὶν ἂν θάνῃ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (E. P. Coleridge, 1891)
hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: