previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



Κασάνδρα

ἀλλὰ γὰρ τί τοὺς Ὀδυσσέως ἐξακοντίζω πόνους;
445στεῖχ᾽ ὅπως τάχιστ᾽: ἐς Ἅιδου νυμφίῳ γημώμεθα.
κακὸς κακῶς ταφήσῃ νυκτός, οὐκ ἐν ἡμέρᾳ,
δοκῶν σεμνόν τι πράσσειν, Δαναϊδῶν ἀρχηγέτα.
κἀμέ τοι νεκρὸν φάραγγες γυμνάδ᾽ ἐκβεβλημένην
ὕδατι χειμάρρῳ ῥέουσαι, νυμφίου πέλας τάφου,
450θηρσὶ δώσουσιν δάσασθαι, τὴν Ἀπόλλωνος λάτριν.
στέφη τοῦ φιλτάτου μοι θεῶν, ἀγάλματ᾽ εὔια,
χαίρετ᾽: ἐκλέλοιφ᾽ ἑορτάς, αἷς πάροιθ᾽ ἠγαλλόμην.
ἴτ᾽ ἀπ᾽ ἐμοῦ χρωτὸς σπαραγμοῖς, ὡς ἔτ᾽ οὖσ᾽ ἁγνὴ χρόα
δῶ θοαῖς αὔραις φέρεσθαί σοι τάδ᾽, μαντεῖ᾽ ἄναξ.
455ποῦ σκάφος τὸ τοῦ στρατηγοῦ; ποῖ ποτ᾽ ἐμβαίνειν με χρή;
οὐκέτ᾽ ἂν φθάνοις ἂν αὔραν ἱστίοις καραδοκῶν,
ὡς μίαν τριῶν Ἐρινὺν τῆσδέ μ᾽ ἐξάξων χθονός.
χαῖρέ μοι, μῆτερ: δακρύσῃς μηδέν: φίλη πατρίς,
οἵ τε γῆς ἔνερθ᾽ ἀδελφοὶ χὡ τεκὼν ἡμᾶς πατήρ,
460οὐ μακρὰν δέξεσθέ μ᾽: ἥξω δ᾽ ἐς νεκροὺς νικηφόρος
καὶ δόμους πέρσασ᾽ Ἀτρειδῶν, ὧν ἀπωλόμεσθ᾽ ὕπο.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (E. P. Coleridge, 1891)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: