previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



Κασάνδρα

Ἄνεχε: πάρεχε.
φῶς φέρ᾽, : σέβω: φλέγωἰδού, ἰδού
λαμπάσι τόδ᾽ ἱερόν.
310 Ὑμέναι᾽ ἄναξ:
μακάριος γαμέτας:
μακαρία δ᾽ ἐγὼ βασιλικοῖς λέκτροις
κατ᾽ Ἄργος γαμουμένα.
Ὑμήν, Ὑμέναι᾽ ἄναξ.
315ἐπεὶ σύ, μᾶτερ, ἐπὶ δάκρυσι καὶ
γόοισι τὸν θανόντα πατέρα πατρίδα τε
φίλαν καταστένουσ᾽ ἔχεις,
ἐγὼ δ᾽ ἐπὶ γάμοις ἐμοῖς
320ἀναφλέγω πυρὸς φῶς
ἐς αὐγάν, ἐς αἴγλαν,
διδοῦσ᾽, Ὑμέναιε, σοί,
διδοῦσ᾽, Ἑκάτα, φάος,
παρθένων ἐπὶ λέκτροις
νόμος ἔχει.
325πάλλε πόδα.
αἰθέριον ἄναγε χορόν: εὐἅν, εὐοἵ:
ὡς ἐπὶ πατρὸς ἐμοῦ
μακαριωτάταις
τύχαις: χορὸς ὅσιος.
ἄγε σύ, Φοῖβε, νῦν: κατὰ σὸν ἐν δάφναις
330ἀνάκτορον θυηπολῶ,
Ὑμήν, Ὑμέναι᾽, Ὑμήν.
χόρευε, μᾶτερ, ἀναγέλασον:
ἕλισσε τᾷδ᾽ ἐκεῖσε μετ᾽ ἐμέθεν ποδῶν
φέρουσα φιλτάταν βάσιν.
335βοάσαθ᾽ Ὑμέναιον, ,
μακαρίαις ἀοιδαῖς
ἰαχαῖς τε νύμφαν.
ἴτ᾽, καλλίπεπλοι Φρυγῶν
κόραι, μέλπετ᾽ ἐμῶν γάμων
340τὸν πεπρωμένον εὐνᾷ
πόσιν ἐμέθεν.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (E. P. Coleridge, 1891)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: