Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Χορός
τὸ μὲν σὸν οἶσθα, πότνια, τὰς δ᾽ ἐμὰς τύχας
τίς ἆρ᾽ Ἀχαιῶν ἢ τίς Ἑλλήνων ἔχει; Ταλθύβιος
ἴτ᾽, ἐκκομίζειν δεῦρο Κασάνδραν χρεὼν
295ὅσον τάχιστα, δμῶες, ὡς στρατηλάτῃ
ἐς χεῖρα δούς νιν, εἶτα τὰς εἰληγμένας
καὶ τοῖσιν ἄλλοις αἰχμαλωτίδων ἄγω.
ἔα: τί πεύκης ἔνδον αἴθεται σέλας;
πιμπρᾶσιν — ἢ τί δρῶσι — Τρῳάδες μυχούς,
300ὡς ἐξάγεσθαι τῆσδε μέλλουσαι χθονὸς
πρὸς Ἄργος, αὑτῶν τ᾽ ἐκπυροῦσι σώματα
θανεῖν θέλουσαι; κάρτα τοι τοὐλεύθερον
ἐν τοῖς τοιούτοις δυσλόφως φέρει κακά.
ἄνοιγ᾽ ἄνοιγε, μὴ τὸ ταῖσδε πρόσφορον
305ἐχθρὸν δ᾽ Ἀχαιοῖς εἰς ἔμ᾽ αἰτίαν βάλῃ. Ἑκάβη
οὐκ ἔστιν, οὐ πιμπρᾶσιν, ἀλλὰ παῖς ἐμὴ
μαινὰς θοάζει δεῦρο Κασάνδρα δρόμῳ.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.