Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Ἡμιχόριον Α
Ἑκάβη, τί θροεῖς; τί δὲ θωΰσσεις;
ποῖ λόγος ἥκει; διὰ γὰρ μελάθρων
155ἄιον οἴκτους οὓς οἰκτίζῃ.
διὰ δὲ στέρνων φόβος ἄισσεν
Τρῳάσιν, αἳ τῶνδ᾽ οἴκων εἴσω
δουλείαν αἰάζουσιν. Ἑκάβη
ὦ τέκν᾽, Ἀργείων πρὸς ναῦς ἤδη ... Ἡμιχόριον Α
160κινεῖται κωπήρης χείρ;
οἲ ἐγώ, τί θέλουσ᾽, ἦ πού μ᾽ ἤδη
ναυσθλώσουσιν πατρίας ἐκ γᾶς; Ἑκάβη
οὐκ οἶδ᾽, εἰκάζω δ᾽ ἄταν. Ἡμιχόριον Α
ἰὼ ἰώ.
165μέλεαι μόχθων ἐπακουσόμεναι
Τρῳάδες, ἔξω † κομίζεσθ᾽ † οἴκων:
στέλλουσ᾽ Ἀργεῖοι νόστον. Ἑκάβη
αἶ, αἶ.
μή νύν μοι τὰν
170ἐκβακχεύουσαν Κασάνδραν,
αἰσχύναν Ἀργείοισιν,
πέμψητ᾽ ἔξω,
μαινάδ᾽, ἐπ᾽ ἄλγει δ᾽ ἀλγυνθῶ.
ἰώ.
Τροία Τροία δύσταν᾽, ἔρρεις,
δύστανοι δ᾽ οἵ σ᾽ ἐκλείποντες
175καὶ ζῶντες καὶ δμαθέντες.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.