previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



φίλταθ᾽, ὥς σοι θάνατος ἦλθε δυστυχής.
εἰ μὲν γὰρ ἔθανες πρὸ πόλεως, ἥβης τυχὼν
γάμων τε καὶ τῆς ἰσοθέου τυραννίδος,
1170μακάριος ἦσθ᾽ ἄν, εἴ τι τῶνδε μακάριον:
νῦν δ᾽ αὔτ᾽ ἰδὼν μὲν γνούς τε σῇ ψυχῇ, τέκνον,
οὐκ οἶσθ᾽, ἐχρήσω δ᾽ οὐδὲν ἐν δόμοις ἔχων.
δύστηνε, κρατὸς ὥς σ᾽ ἔκειρεν ἀθλίως
τείχη πατρῷα, Λοξίου πυργώματα,
1175ὃν πόλλ᾽ ἐκήπευσ᾽ τεκοῦσα βόστρυχον
φιλήμασίν τ᾽ ἔδωκεν, ἔνθεν ἐκγελᾷ
ὀστέων ῥαγέντων φόνος, ἵν᾽ αἰσχρὰ μὴ λέγω.
χεῖρες, ὡς εἰκοὺς μὲν ἡδείας πατρὸς
κέκτησθ᾽, ἐν ἄρθροις δ᾽ ἔκλυτοι πρόκεισθέ μοι.
1180 πολλὰ κόμπους ἐκβαλὸν φίλον στόμα,
ὄλωλας, ἐψεύσω μ᾽, ὅτ᾽ ἐσπίπτων πέπλους,
μῆτερ, ηὔδας, πολύν σοι βοστρύχων
πλόκαμον κεροῦμαι, πρὸς τάφον θ᾽ ὁμηλίκων
κώμους ἀπάξω, φίλα διδοὺς προσφθέγματα.
1185σὺ δ᾽ οὐκ ἔμ᾽, ἀλλ᾽ ἐγὼ σὲ τὸν νεώτερον,
γραῦς ἄπολις ἄτεκνος, ἄθλιον θάπτω νεκρόν.
οἴμοι, τὰ πόλλ᾽ ἀσπάσμαθ᾽ αἵ τ᾽ ἐμαὶ τροφαὶ
ὕπνοι τ᾽ ἐκεῖνοι φροῦδά μοι. τί καί ποτε
γράψειεν ἄν σε μουσοποιὸς ἐν τάφῳ;
1190Τὸν παῖδα τόνδ᾽ ἔκτειναν Ἀργεῖοί ποτε
δείσαντες; — αἰσχρὸν τοὐπίγραμμά γ᾽ Ἑλλάδι.
ἀλλ᾽ οὖν πατρῴων οὐ λαχὼν ἕξεις ὅμως
ἐν ταφήσῃ χαλκόνωτον ἰτέαν.
καλλίπηχυν Ἕκτορος βραχίονα
1195σῴζουσ᾽, ἄριστον φύλακ᾽ ἀπώλεσας σέθεν.
ὡς ἡδὺς ἐν πόρπακι σῷ κεῖται τύπος
ἴτυός τ᾽ ἐν εὐτόρνοισι περιδρόμοις ἱδρώς,
ὃν ἐκ μετώπου πολλάκις πόνους ἔχων
ἔσταζεν Ἕκτωρ προστιθεὶς γενειάδι.
1200φέρετε, κομίζετ᾽ ἀθλίῳ κόσμον νεκρῷ
ἐκ τῶν παρόντων: οὐ γὰρ ἐς κάλλος τύχας
δαίμων δίδωσιν: ὧν δ᾽ ἔχω, λήψῃ τάδε.
θνητῶν δὲ μῶρος ὅστις εὖ πράσσειν δοκῶν
βέβαια χαίρει: τοῖς τρόποις γὰρ αἱ τύχαι,
1205ἔμπληκτος ὡς ἄνθρωπος, ἄλλοτ᾽ ἄλλοσε
πηδῶσι, κοὐδεὶς αὐτὸς εὐτυχεῖ ποτε.

Χορός

καὶ μὴν πρόχειρον αἵδε σοι σκυλευμάτων
Φρυγίων φέρουσι κόσμον ἐξάπτειν νεκρῷ.

Ἑκάβη

τέκνον, οὐχ ἵπποισι νικήσαντά σε
1210οὐδ᾽ ἥλικας τόξοισιν, οὓς Φρύγες νόμους
τιμῶσιν, οὐκ ἐς πλησμονὰς θηρωμένη,
μήτηρ πατρός σοι προστίθησ᾽ ἀγάλματα
τῶν σῶν ποτ᾽ ὄντων: νῦν δέ σ᾽ θεοστυγὴς
ἀφείλεθ᾽ Ἑλένη, πρὸς δὲ καὶ ψυχὴν σέθεν
1215ἔκτεινε καὶ πάντ᾽ οἶκον ἐξαπώλεσεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (E. P. Coleridge, 1891)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: