next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ποσειδῶν

Ποσειδῶν

Ἥκω λιπὼν Αἴγαιον ἁλμυρὸν βάθος
πόντου Ποσειδῶν, ἔνθα Νηρῄδων χοροὶ
κάλλιστον ἴχνος ἐξελίσσουσιν ποδός.
ἐξ οὗ γὰρ ἀμφὶ τήνδε Τρωικὴν χθόνα
5Φοῖβός τε κἀγὼ λαΐνους πύργους πέριξ
ὀρθοῖσιν ἔθεμεν κανόσιν, οὔποτ᾽ ἐκ φρενῶν
εὔνοι᾽ ἀπέστη τῶν ἐμῶν Φρυγῶν πόλει:
νῦν καπνοῦται καὶ πρὸς Ἀργείου δορὸς
ὄλωλε πορθηθεῖσ᾽: γὰρ Παρνάσιος
10Φωκεὺς Ἐπειός, μηχαναῖσι Παλλάδος
ἐγκύμον᾽ ἵππον τευχέων ξυναρμόσας,
πύργων ἔπεμψεν ἐντὸς ὀλέθριον βρέτας:
ὅθεν πρὸς ἀνδρῶν ὑστέρων κεκλήσεται
Δούρειος Ἵππος, κρυπτὸν ἀμπισχὼν δόρυ.
15ἔρημα δ᾽ ἄλση καὶ θεῶν ἀνάκτορα
φόνῳ καταρρεῖ: πρὸς δὲ κρηπίδων βάθροις
πέπτωκε Πρίαμος Ζηνὸς ἑρκείου θανών.
πολὺς δὲ χρυσὸς Φρύγιά τε σκυλεύματα
πρὸς ναῦς Ἀχαιῶν πέμπεται: μένουσι δὲ
20πρύμνηθεν οὖρον, ὡς δεκασπόρῳ χρόνῳ
ἀλόχους τε καὶ τέκν᾽ εἰσίδωσιν ἄσμενοι,
οἳ τήνδ᾽ ἐπεστράτευσαν Ἕλληνες πόλιν.
ἐγὼ δένικῶμαι γὰρ Ἀργείας θεοῦ
Ἥρας Ἀθάνας θ᾽, αἳ συνεξεῖλον Φρύγας
25λείπω τὸ κλεινὸν Ἴλιον βωμούς τ᾽ ἐμούς:
ἐρημία γὰρ πόλιν ὅταν λάβῃ κακή,
νοσεῖ τὰ τῶν θεῶν οὐδὲ τιμᾶσθαι θέλει.
πολλοῖς δὲ κωκυτοῖσιν αἰχμαλωτίδων
βοᾷ Σκάμανδρος δεσπότας κληρουμένων.
30καὶ τὰς μὲν Ἀρκάς, τὰς δὲ Θεσσαλὸς λεὼς
εἴληχ᾽ Ἀθηναίων τε Θησεῖδαι πρόμοι.
ὅσαι δ᾽ ἄκληροι Τρῳάδων, ὑπὸ στέγαις
ταῖσδ᾽ εἰσί, τοῖς πρώτοισιν ἐξῃρημέναι
στρατοῦ, σὺν αὐταῖς δ᾽ Λάκαινα Τυνδαρὶς
35Ἑλένη, νομισθεῖσ᾽ αἰχμάλωτος ἐνδίκως.
τὴν δ᾽ ἀθλίαν τήνδ᾽ εἴ τις εἰσορᾶν θέλει,
πάρεστιν, Ἑκάβην κειμένην πυλῶν πάρος,
δάκρυα χέουσαν πολλὰ καὶ πολλῶν ὕπερ:
παῖς μὲν ἀμφὶ μνῆμ᾽ Ἀχιλλείου τάφου
40λάθρα τέθνηκε τλημόνως Πολυξένη:
φροῦδος δὲ Πρίαμος καὶ τέκν᾽: ἣν δὲ παρθένον
μεθῆκ᾽ Ἀπόλλων δρομάδα Κασάνδραν ἄναξ,
τὸ τοῦ θεοῦ τε παραλιπὼν τό τ᾽ εὐσεβὲς
γαμεῖ βιαίως σκότιον Ἀγαμέμνων λέχος.
45ἀλλ᾽, ποτ᾽ εὐτυχοῦσα, χαῖρέ μοι, πόλις
ξεστόν τε πύργωμ᾽: εἴ σε μὴ διώλεσεν
Παλλὰς Διὸς παῖς, ἦσθ᾽ ἂν ἐν βάθροις ἔτι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (E. P. Coleridge, 1891)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: