previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Πρεσβύτης

οἴμοι, δόμων σῶν ὄλβος ὡς χειμάζεται.

Κρέουσα

τί κρᾶτα κρύψας, γέρον, δακρυρροεῖς;

Πρεσβύτης

σὲ καὶ πατέρα σὸν δυστυχοῦντας εἰσορῶ.

Κρέουσα

τὰ θνητὰ τοιαῦτ᾽: οὐδὲν ἐν ταὐτῷ μένει.

Πρεσβύτης

970μή νυν ἔτ᾽ οἴκτων, θύγατερ, ἀντεχώμεθα.

Κρέουσα

τί γάρ με χρὴ δρᾶν; ἀπορία τὸ δυστυχεῖν.

Πρεσβύτης

τὸν πρῶτον ἀδικήσαντά σ᾽ ἀποτίνου θεόν.

Κρέουσα

καὶ πῶς τὰ κρείσσω θνητὸς οὖσ᾽ ὑπερδράμω;

Πρεσβύτης

πίμπρη τὰ σεμνὰ Λοξίου χρηστήρια.

Κρέουσα

975δέδοικα: καὶ νῦν πημάτων ἄδην ἔχω.

Πρεσβύτης

τὰ δυνατά νυν τόλμησον, ἄνδρα σὸν κτανεῖν.

Κρέουσα

αἰδούμεθ᾽ εὐνὰς τὰς τόθ᾽ ἡνίκ᾽ ἐσθλὸς ἦν.

Πρεσβύτης

νῦν δ᾽ ἀλλὰ παῖδα τὸν ἐπὶ σοὶ πεφηνότα.

Κρέουσα

πῶς; εἰ γὰρ εἴη δυνατόν: ὡς θέλοιμί γ᾽ ἄν.

Πρεσβύτης

980ξιφηφόρους σοὺς ὁπλίσασ᾽ ὀπάονας.

Κρέουσα

στείχοιμ᾽ ἄν: ἀλλὰ ποῦ γενήσεται τόδε;

Πρεσβύτης

ἱεραῖσιν ἐν σκηναῖσιν, οὗ θοινᾷ φίλους.

Κρέουσα

ἐπίσημον φόνος, καὶ τὸ δοῦλον ἀσθενές.

Πρεσβύτης

ὤμοι, κακίζῃ: φέρε, σὺ νῦν βούλευέ τι.

Κρέουσα

985καὶ μὴν ἔχω γε δόλια καὶ δραστήρια.

Πρεσβύτης

ἀμφοῖν ἂν εἴην τοῖνδ᾽ ὑπηρέτης ἐγώ.

Κρέουσα

ἄκουε τοίνυν: οἶσθα γηγενῆ μάχην;

Πρεσβύτης

οἶδ᾽, ἣν Φλέγρᾳ Γίγαντες ἔστησαν θεοῖς.

Κρέουσα

ἐνταῦθα Γοργόν᾽ ἔτεκε Γῆ, δεινὸν τέρας.

Πρεσβύτης

990 παισὶν αὑτῆς σύμμαχον, θεῶν πόνον;

Κρέουσα

ναί: καί νιν ἔκτειν᾽ Διὸς Παλλὰς θεά.

Πρεσβύτης

ποῖόν τι μορφῆς σχῆμ᾽ ἔχουσαν ἀγρίας;

Κρέουσα

θώρακ᾽ ἐχίδνης περιβόλοις ὡπλισμένον.

Πρεσβύτης

ἆρ᾽ οὗτός ἐσθ᾽ μῦθος ὃν κλύω πάλαι;

Κρέουσα

995ταύτης Ἀθάναν δέρος ἐπὶ στέρνοις ἔχειν.

Πρεσβύτης

ἣν αἰγίδ᾽ ὀνομάζουσι, Παλλάδος στολήν;

Κρέουσα

τόδ᾽ ἔσχεν ὄνομα θεῶν ὅτ᾽ ᾖξεν ἐς δόρυ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Robert Potter, 1938)
hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: