previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Πρεσβύτης

καὶ τῶνδ᾽ ἁπάντων ἔσχατον πείσῃ κακόν:
ἀμήτορ᾽, ἀναρίθμητον, ἐκ δούλης τινὸς
γυναικός, ἐς σὸν δῶμα δεσπότην ἄγειν.
ἁπλοῦν ἂν ἦν γὰρ τὸ κακόν, εἰ παρ᾽ εὐγενοῦς
840μητρός, πιθών σε, σὴν λέγων ἀπαιδίαν,
ἐσῴκισ᾽ οἴκους: εἰ δὲ σοὶ τόδ᾽ ἦν πικρόν,
τῶν Αἰόλου νιν χρῆν ὀρεχθῆναι γάμων.
ἐκ τῶνδε δεῖ σε δὴ γυναικεῖόν τι δρᾶν:
γὰρ ξίφος λαβοῦσαν δόλῳ τινὶ
845 φαρμάκοισι σὸν κατακτεῖναι πόσιν
καὶ παῖδα, πρὶν σοὶ θάνατον ἐκ κείνων μολεῖν.
εἰ γάρ γ᾽ ὑφήσεις τοῦδ᾽, ἀπαλλάξῃ βίου.
δυοῖν γὰρ ἐχθροῖν εἰς ἓν ἐλθόντοιν στέγος,
θάτερον δεῖ δυστυχεῖν θάτερον.
850ἐγὼ μὲν οὖν σοι καὶ συνεκπονεῖν θέλω,
καὶ συμφονεύειν παῖδ᾽ ἐπεισελθὼν δόμους
οὗ δαῖθ᾽ ὁπλίζει, καὶ τροφεῖα δεσπόταις
ἀποδοὺς θανεῖν τε ζῶν τε φέγγος εἰσορᾶν.
ἓν γάρ τι τοῖς δούλοισιν αἰσχύνην φέρει,
855τοὔνομα: τὰ δ᾽ ἄλλα πάντα τῶν ἐλευθέρων
οὐδὲν κακίων δοῦλος, ὅστις ἐσθλὸς .

Χορός

κἀγώ, φίλη δέσποινα, συμφορὰν θέλω
κοινουμένη τήνδ᾽ θανεῖν ζῆν καλῶς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: