previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Χορός

κείνῳ μέν, γεραιέ, παῖδα Λοξίας
775ἔδωκεν, ἰδίᾳ δ᾽ εὐτυχεῖ ταύτης δίχα.

Κρέουσα

τόδ᾽ ἐπὶ τῷδε κακὸν ἄκρον ἔλακες
ἄχος ἐμοὶ στένειν.

Πρεσβύτης

πότερα δὲ φῦναι δεῖ γυναικὸς ἔκ τινος
τὸν παῖδ᾽ ὃν εἶπας, γεγῶτ᾽ ἐθέσπισεν;

Χορός

780ἤδη πεφυκότ᾽ ἐκτελῆ νεανίαν
δίδωσιν αὐτῷ Λοξίας: παρῆ δ᾽ ἐγώ.

Κρέουσα

πῶς φῄς; ἄφατον ἄφατον ἀναύδητον
λόγον ἐμοὶ θροεῖς.

Πρεσβύτης

785κἄμοιγε. πῶς δ᾽ χρησμὸς ἐκπεραίνεται,
σαφέστερόν μοι φράζε, χὥστις ἔσθ᾽ παῖς.

Χορός

ὅτῳ ξυναντήσειεν ἐκ θεοῦ συθεὶς
πρώτῳ πόσις σός, παῖδ᾽ ἔδωκ᾽ αὐτῷ θεός.

Κρέουσα

ὀττοτοττοτοῖ: τὸν δ᾽ ἐμὸν ἄτεκνον ἄτεκνον ἔλακεν
790ἄρα βίοτον; ἐρημίᾳ δ᾽ ὀρφανοὺς
δόμους οἰκήσω.

Πρεσβύτης

τίς οὖν ἐχρήσθη; τῷ συνῆψ᾽ ἴχνος ποδὸς
πόσις ταλαίνης; πῶς δὲ ποῦ νιν εἰσιδών;

Χορός

οἶσθ᾽, φίλη δέσποινα, τὸν νεανίαν
795ὃς τόνδ᾽ ἔσαιρε ναόν; οὗτος ἔσθ᾽ παῖς.

Κρέουσα

ἀν᾽ ὑγρὸν ἀμπταίην αἰθέρα πόρσω γαί-
ας Ἑλλανίας, ἀστέρας ἑσπέρους,
οἷον οἷον ἄλγος ἔπαθον, φίλαι.

Πρεσβύτης

800ὄνομα δὲ ποῖον αὐτὸν ὀνομάζει πατήρ;
οἶσθ᾽, σιωπῇ τοῦτ᾽ ἀκύρωτον μένει;

Χορός

Ἴων᾽, ἐπείπερ πρῶτος ἤντησεν πατρί.

Πρεσβύτης

μητρὸς δ᾽ ὁποίας ἐστὶν

Χορός
οὐκ ἔχω φράσαι.
φροῦδος δ᾽ἵν᾽ εἰδῇς πάντα τἀπ᾽ ἐμοῦ, γέρον
805παιδὸς προθύσων ξένια καὶ γενέθλια
σκηνὰς ἐς ἱερὰς τῆσδε λαθραίως πόσις,
κοινὴν ξυνάψων δαῖτα παιδὶ τῷ νέῳ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Robert Potter, 1938)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: