previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



Χορός

κοιναὶ μὲν ἡμῖν δωμάτων εὐπραξίαι:
ὅμως δὲ καὶ δέσποιναν ἐς τέκν᾽ εὐτυχεῖν
ἐβουλόμην ἂν τούς τ᾽ Ἐρεχθέως δόμους.

Ξοῦθος

τέκνον, ἐς μὲν σὴν ἀνεύρεσιν θεὸς
570ὀρθῶς ἔκρανε, καὶ συνῆψ᾽ ἐμοί τε σέ,
σύ τ᾽ αὖ τὰ φίλταθ᾽ ηὗρες οὐκ εἰδὼς πάρος.
δ᾽ ᾖξας ὀρθῶς, τοῦτο κἄμ᾽ ἔχει πόθος,
ὅπως σύ τ᾽, παῖ, μητέρ᾽ εὑρήσεις σέθεν,
ἐγώ θ᾽ ὁποίας μοι γυναικὸς ἐξέφυς.
575χρόνῳ δὲ δόντες ταῦτ᾽ ἴσως εὕροιμεν ἄν.
ἀλλ᾽ ἐκλιπὼν θεοῦ δάπεδ᾽ ἀλητείαν τε σὴν
ἐς τὰς Ἀθήνας στεῖχε κοινόφρων πατρί,
οὗ σ᾽ ὄλβιον μὲν σκῆπτρον ἀναμένει πατρός,
πολὺς δὲ πλοῦτος: οὐδὲ θάτερον νοσῶν
580δυοῖν κεκλήσῃ δυσγενὴς πένης θ᾽ ἅμα,
ἀλλ᾽ εὐγενής τε καὶ πολυκτήμων βίου.
σιγᾷς; τί πρὸς γῆν ὄμμα σὸν βαλὼν ἔχεις;
ἐς φροντίδας δ᾽ ἀπῆλθες, ἐκ δὲ χαρμονῆς
πάλιν μεταστὰς δεῖμα προσβάλλεις πατρί.

Ἰων

Ἴων

585οὐ ταὐτὸν εἶδος φαίνεται τῶν πραγμάτων
πρόσωθεν ὄντων ἐγγύθεν θ᾽ ὁρωμένων.
ἐγὼ δὲ τὴν μὲν συμφορὰν ἀσπάζομαι,
πατέρα σ᾽ ἀνευρών: ὧν δὲ γιγνώσκω, πάτερ,
ἄκουσον. εἶναί φασι τὰς αὐτόχθονας
590κλεινὰς Ἀθήνας οὐκ ἐπείσακτον γένος,
ἵν᾽ ἐσπεσοῦμαι δύο νόσω κεκτημένος,
πατρός τ᾽ ἐπακτοῦ καὐτὸς ὢν νοθαγενής.
καὶ τοῦτ᾽ ἔχων τοὔνειδος, ἀσθενὴς μὲν ὤν
μηδὲν καὶ οὐδὲν ὢν κεκλήσομαι:
595ἢν δ᾽ ἐς τὸ πρῶτον πόλεος ὁρμηθεὶς ζυγὸν
ζητῶ τις εἶναι, τῶν μὲν ἀδυνάτων ὕπο
μισησόμεσθα: λυπρὰ γὰρ τὰ κρείσσονα:
ὅσοι δέ, χρηστοὶ δυνάμενοί τ᾽ εἶναι σοφοί,
σιγῶσι κοὐ σπεύδουσιν ἐς τὰ πράγματα,
600γέλωτ᾽ ἐν αὐτοῖς μωρίαν τε λήψομαι
οὐχ ἡσυχάζων ἐν πόλει φόβου πλέᾳ.
τῶν δ᾽αὖ λογίων τεχρωμένων τε τῇ πόλει
ἐς ἀξίωμα βὰς πλέον φρουρήσομαι
ψήφοισιν. οὕτω γὰρ τάδ᾽, πάτερ, φιλεῖ:
605οἳ τὰς πόλεις ἔχουσι κἀξιώματα,
τοῖς ἀνθαμίλλοις εἰσὶ πολεμιώτατοι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Robert Potter, 1938)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: