previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



Ἴων

510πρόσπολοι γυναῖκες, αἳ τῶνδ᾽ ἀμφὶ κρηπῖδας δόμων
θυοδόκων φρούρημ᾽ ἔχουσαι δεσπότιν φυλάσσετε,
ἐκλέλοιπ᾽ ἤδη τὸν ἱερὸν τρίποδα καὶ χρηστήριον
Ξοῦθος, μίμνει κατ᾽ οἶκον ἱστορῶν ἀπαιδίαν;

Χορός

ἐν δόμοις ἔστ᾽, ξέν᾽: οὔπω δῶμ᾽ ὑπερβαίνει τόδε.
515ὡς δ᾽ ἐπ᾽ ἐξόδοισιν ὄντος, τῶνδ᾽ ἀκούομεν πυλῶν
δοῦπον, ἐξιόντα τ᾽ ἤδη δεσπότην ὁρᾶν πάρα.

Ξοῦθος

τέκνον, χαῖρ᾽: γὰρ ἀρχὴ τοῦ λόγου πρέπουσά μοι.

Ἴων

χαίρομεν: σὺ δ᾽ εὖ φρόνει γε, καὶ δύ᾽ ὄντ᾽ εὖ πράξομεν.

Ξοῦθος

δὸς χερὸς φίλημά μοι σῆς σώματός τ᾽ ἀμφιπτυχάς.

Ἴων

520εὖ φρονεῖς μέν; σ᾽ ἔμηνε θεοῦ τις, ξένε, βλάβη;

Ξοῦθος

σωφρονῶ: τὰ φίλταθ᾽ εὑρὼν οὐ φυγεῖν ἐφίεμαι.

Ἴων

παῦε, μὴ ψαύσας τὰ τοῦ θεοῦ στέμματα ῥήξῃς χερί.

Ξοῦθος

ἅψομαι: κοὐ ῥυσιάζω, τἀμὰ δ᾽ εὑρίσκω φίλα.

Ἴων

οὐκ ἀπαλλάξῃ, πρὶν εἴσω τόξα πλευμόνων λαβεῖν;

Ξοῦθος

525ὡς τί δὴ φεύγεις με; σαυτοῦ γνωρίσας τὰ φίλτατα

Ἴων

οὐ φιλῶ φρενοῦν ἀμούσους καὶ μεμηνότας ξένους.

Ξοῦθος

κτεῖνε καὶ πίμπρη: πατρὸς γάρ, ἢν κτάνῃς, ἔσῃ φονεύς.

Ἴων

ποῦ δέ μοι πατὴρ σύ; ταῦτ᾽ οὖν οὐ γέλως κλύειν ἐμοῦ;

Ξοῦθος

οὔ: τρέχων μῦθος ἄν σοι τἀμὰ σημήνειεν ἄν.

Ἴων

530καὶ τί μοι λέξεις;

Ξοῦθος
πατὴρ σός εἰμι καὶ σὺ παῖς ἐμός.

Ἴων

τίς λέγει τάδε;

Ξοῦθος
ὅς σ᾽ ἔθρεψεν ὄντα Λοξίας ἐμόν.

Ἴων

μαρτυρεῖς σαυτῷ.

Ξοῦθος
τὰ τοῦ θεοῦ γ᾽ ἐκμαθὼν χρηστήρια.

Ἴων

ἐσφάλης αἴνιγμ᾽ ἀκούσας.

Ξοῦθος
οὐκ ἄρ᾽ ὄρθ᾽ ἀκούομεν.

Ἴων

δὲ λόγος τίς ἐστι Φοίβου;

Ξοῦθος
τὸν συναντήσαντά μοι

Ἴων

535τίνα συνάντησιν;

Ξοῦθος
δόμων τῶνδ᾽ ἐξιόντι τοῦ θεοῦ

Ἴων

συμφορᾶς τίνος κυρῆσαι;

Ξοῦθος
παῖδ᾽ ἐμὸν πεφυκέναι.

Ἴων

σὸν γεγῶτ᾽, δῶρον ἄλλως;

Ξοῦθος
δῶρον, ὄντα δ᾽ ἐξ ἐμοῦ.

Ἴων

πρῶτα δῆτ᾽ ἐμοὶ ξυνάπτεις πόδα σόν;

Ξοῦθος
οὐκ ἄλλῳ, τέκνον.

Ἴων

τύχη πόθεν ποθ᾽ ἥκει;

Ξοῦθος
δύο μίαν θαυμάζομεν.

Ἴων

540ἔα. τίνος δέ σοι πέφυκα μητρός;

Ξοῦθος
οὐκ ἔχω φράσαι.

Ἴων

οὐδὲ Φοῖβος εἶπε;

Ξοῦθος
τερφθεὶς τοῦτο, κεῖν᾽ οὐκ ἠρόμην.

Ἴων

γῆς ἄρ᾽ ἐκπέφυκα μητρός.

Ξοῦθος
οὐ πέδον τίκτει τέκνα.

Ἴων

πῶς ἂν οὖν εἴην σός;

Ξοῦθος
οὐκ οἶδ᾽, ἀναφέρω δ᾽ ἐς τὸν θεόν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Robert Potter, 1938)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: