previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


κυρεῖ δ᾽ ἅμ᾽ ἱππεύοντος ἡλίου κύκλῳ
προφῆτις ἐσβαίνουσα μαντεῖον θεοῦ:
ὄψιν δὲ προσβαλοῦσα παιδὶ νηπίῳ
ἐθαύμασ᾽ εἴ τις Δελφίδων τλαίη κόρη
45λαθραῖον ὠδῖν᾽ ἐς θεοῦ ῥῖψαι δόμον,
ὑπέρ τε θυμέλας διορίσαι πρόθυμος ἦν:
οἴκτῳ δ᾽ ἀφῆκεν ὠμότητακαὶ θεὸς
συνεργὸς ἦν τῷ παιδὶ μὴ 'κπεσεῖν δόμων
τρέφει δέ νιν λαβοῦσα. τὸν σπείραντα δὲ
50οὐκ οἶδε Φοῖβον οὐδὲ μητέρ᾽ ἧς ἔφυ,
παῖς τε τοὺς τεκόντας οὐκ ἐπίσταται.

νέος μὲν οὖν ὢν ἀμφὶ βωμίους τροφὰς
ἠλᾶτ᾽ ἀθύρων: ὡς δ᾽ ἀπηνδρώθη δέμας,
Δελφοί σφ᾽ ἔθεντο χρυσοφύλακα τοῦ θεοῦ
55ταμίαν τε πάντων πιστόν, ἐν δ᾽ ἀνακτόροις
θεοῦ καταζῇ δεῦρ᾽ ἀεὶ σεμνὸν βίον.
Κρέουσα δ᾽ τεκοῦσα τὸν νεανίαν
Ξούθῳ γαμεῖται συμφορᾶς τοιᾶσδ᾽ ὕπο:
ἦν ταῖς Ἀθήναις τοῖς τε Χαλκωδοντίδαις,
60οἳ γῆν ἔχουσ᾽ Εὐβοῖδα, πολέμιος κλύδων:
ὃν συμπονήσας καὶ συνεξελὼν δορὶ
γάμων Κρεούσης ἀξίωμ᾽ ἐδέξατο,
οὐκ ἐγγενὴς ὤν, Αἰόλου δὲ τοῦ Διὸς
γεγὼς Ἀχαιός. χρόνια δὲ σπείρας λέχη
65ἄτεκνός ἐστι, καὶ Κρέουσ᾽: ὧν οὕνεκα
ἥκουσι πρὸς μαντεῖ᾽ Ἀπόλλωνος τάδε
ἔρωτι παίδων. Λοξίας δὲ τὴν τύχην
ἐς τοῦτ᾽ ἐλαύνει, κοὐ λέληθεν, ὡς δοκεῖ.
δώσει γὰρ εἰσελθόντι μαντεῖον τόδε
70Ξούθῳ τὸν αὑτοῦ παῖδα, καὶ πεφυκέναι
κείνου σφε φήσει, μητρὸς ὡς ἐλθὼν δόμους
γνωσθῇ Κρεούσῃ, καὶ γάμοι τε Λοξίου
κρυπτοὶ γένωνται παῖς τ᾽ ἔχῃ τὰ πρόσφορα.
Ἴωνα δ᾽ αὐτόν, κτίστορ᾽ Ἀσιάδος χθονός,
75ὄνομα κεκλῆσθαι θήσεται καθ᾽ Ἑλλάδα.
ἀλλ᾽ ἐς δαφνώδη γύαλα βήσομαι τάδε,
τὸ κρανθὲν ὡς ἂν ἐκμάθω παιδὸς πέρι.
ὁρῶ γὰρ ἐκβαίνοντα Λοξίου γόνον
τόνδ᾽, ὡς πρὸ ναοῦ λαμπρὰ θῇ πυλώματα
80δάφνης κλάδοισιν. ὄνομα δ᾽, οὗ μέλλει τυχεῖν,
Ἴων᾽ ἐγώ νιν πρῶτος ὀνομάζω θεῶν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Robert Potter, 1938)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: