Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Ἀθήνα
Ἀθήνα
μὴ φεύγετ᾽: οὐ γὰρ πολεμίαν με φεύγετε,
ἀλλ᾽ ἔν τ᾽ Ἀθήναις κἀνθάδ᾽ οὖσαν εὐμενῆ.
1555ἐπώνυμος δὲ σῆς ἀφικόμην χθονὸς
Παλλάς, δρόμῳ σπεύσασ᾽ Ἀπόλλωνος πάρα,
ὃς ἐς μὲν ὄψιν σφῷν μολεῖν οὐκ ἠξίου,
μὴ τῶν πάροιθε μέμψις ἐς μέσον μόλῃ,
ἡμᾶς δὲ πέμπει τοὺς λόγους ὑμῖν φράσαι:
1560ὡς ἥδε τίκτει σ᾽ ἐξ Ἀπόλλωνος πατρός,
δίδωσι δ᾽ οἷς ἔδωκεν, οὐ φύσασί σε,
ἀλλ᾽ ὡς νομίζῃ 'ς οἶκον εὐγενέστατον.
ἐπεὶ δ᾽ ἀνεῴχθη πρᾶγμα μηνυθὲν τόδε,
θανεῖν σε δείσας μητρὸς ἐκ βουλευμάτων
1565καὶ τήνδε πρὸς σοῦ, μηχαναῖς ἐρρύσατο.
ἔμελλε δ᾽ αὐτὰ διασιωπήσας ἄναξ
ἐν ταῖς Ἀθήναις γνωριεῖν ταύτην τε σήν,
σέ θ᾽ ὡς πέφυκας τῆσδε καὶ Φοίβου πατρός.
ἀλλ᾽ ὡς περαίνω πρᾶγμα, καὶ χρησμοὺς θεοῦ,
1570ἐφ᾽ οἷσιν ἔζευξ᾽ ἅρματ᾽, εἰσακούσατον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.