previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἴων

φιλτάτη μοι μῆτερ, ἄσμενός σ᾽ ἰδὼν
πρὸς ἀσμένας πέπτωκα σὰς παρηίδας.

Κρέουσα

τέκνον, φῶς μητρὶ κρεῖσσον ἡλίου
1440συγγνώσεται γὰρ θεόςἐν χεροῖν σ᾽ ἔχω,
ἄελπτον εὕρημ᾽, ὃν κατὰ γᾶς ἐνέρων
χθόνιον μετὰ Περσεφόνας τ᾽ ἐδόκουν ναίειν.

Ἴων

ἀλλ᾽, φίλη μοι μῆτερ, ἐν χεροῖν σέθεν
κατθανών τε κοὐ θανὼν φαντάζομαι.


Κρέουσα

1445ἰὼ ἰώ, λαμπρᾶς αἰθέρος ἀμπτυχαί,
τίν᾽ αὐδὰν ἀύσω,
βοάσω; πόθεν μοι
συνέκυρσ᾽ ἀδόκητος ἡδονά; πόθεν
ἐλάβομεν χαράν;

Ἴων

1450ἐμοὶ γενέσθαι πάντα μᾶλλον ἄν ποτε,
μῆτερ, παρέστη τῶνδ᾽, ὅπως σός εἰμ᾽ ἐγώ.

Κρέουσα

ἔτι φόβῳ τρέμω.

Ἴων

μῶν οὐκ ἔχειν μ᾽ ἔχουσα;

Κρέουσα
τὰς γὰρ ἐλπίδας
ἀπέβαλον πρόσω.
ἰὼ γύναι, πόθεν πόθεν ἔλαβες ἐμὸν
βρέφος ἐς ἀγκάλας;
1455τίν᾽ ἀνὰ χεῖρα δόμον ἔβα Λοξίου;

Ἴων

θεῖον τόδ᾽: ἀλλὰ τἀπίλοιπα τῆς τύχης
εὐδαιμονοῖμεν, ὡς τὰ πρόσθε δυστυχῆ.

Κρέουσα

τέκνον, οὐκ ἀδάκρυτος ἐκλοχεύῃ,
γόοις δὲ ματρὸς ἐκ χερῶν ὁρίζῃ:
1460νῦν δὲ γενειάσιν παρὰ σέθεν πνέω
μακαριωτάτας τυχοῦσ᾽ ἡδονᾶς.

Ἴων

τοὐμὸν λέγουσα καὶ τὸ σὸν κοινῶς λέγεις.

Κρέουσα

ἄπαιδες οὐκέτ᾽ ἐσμὲν οὐδ᾽ ἄτεκνοι:
δῶμ᾽ ἑστιοῦται, γᾶ δ᾽ ἔχει τυράννους:
1465ἀνηβᾷ δ᾽ Ἐρεχθεύς,
τε γηγενέτας δόμος οὐκέτι νύκτα δέρκεται,
ἀελίου δ᾽ ἀναβλέπει λαμπάσιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Robert Potter, 1938)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: